[ ] Att. — fin. s. I p.?
See also:
1 Μεταγιτνιῶνος θεαῖς β․․8-10․․․
του τῆς παντελείας πόπανον [δωδεκόμ]-
φαλον χοινικιαῖον ιε νηφάλιον.
Βοηδρομιῶνος γι Νέφθυϊ καὶ Ὀσίριδ[ι]
5 ἀλεκτρυόνα καρπώσεις σπείρων πυρο[ὺς]
καὶ κρειθάς, σπένδων μελίκρατον. ζι Δήμη-
τρι Κόρῃ δέλφακα ἀνυπερθέτως. ηι τρυγ[η]-
τὸν Διονύσῳ καὶ τοῖς ἄλλοις θεοῖς ἀνυπερ[θέ](τως)·
Πυανοψιῶνος Ἀπόλλωνι καὶ Ἀρτέμιδι ζ π[ό]-
10 πανον χοινικιαῖον ὀρθόνφαλον καὶ καθήμεν[ον]
δωδεκόνφαλον.
Μαιμακτηριῶνος Διὶ Γεωργῷ πόπαν[ον]
χοινικιαῖον ὀρθόνφαλον δωδεκόνφαλον,
ναστὸν χοινικιαῖον ἐπιπεπλασμένον,
15 πανκαρπίαν νηφάλιον.
Ποσιδεῶνος η ἱσταμένου πόπανον
χοινικιαῖον δωδεκόνφαλον καθήμεν̣[ον]
Ποσιδῶνι Χαμαιζήλῳ νηφάλιον. θι
Ἀνέμοις πόπανον χοινικιαῖον ὀρθό[ν]-
20 φαλον δωδεκόνφαλον νηφάλιον.
Γαμηλιῶνος κιττώσεις Διονύσους θι.
Ἀνθεστηριῶνος ἱερεῖς ἐκ λουτρῶν.
[Ἐ]λαφηβολιῶνος ει Κρόνῳ πόπανον
δωδεκόμφαλον καθήμενον ἐπι․․
25 ․․σεις βοῦν χοινικιαῖον ἀνυπε[ρθέ]-
τως. vv Μουνιχιῶνος β ἀπιόντος Ἡρ̣[α]-
κλεῖ καὶ θειῷ ἀλέκτορας β, πόπαν[α]
χοίνικος δωδεκόμφαλα ὀρθόνφαλ[α]
ἀνυπερθέτως.
Search Help
Contact Us