[ ]
Att. — non-stoich. 23-28 — init. s. II? a.
[ἐπειδὴ Στέφανος ἐπιμελητὴς] | |
1 | [γενόμενος τὸν ἐν]ιαυτ[ὸν τὸν ἐπὶ] |
[— — — ἄρχ]οντος [τῆς τοῦ] | |
[ἱερο]ῦ ἐπισκε[υῆς π]ρ̣οέ̣σ[τηκε κα]- | |
[θάπε]ρ προσῆκ[ο]ν ἦν, ἔπεμψε [δὲ] | |
5 | [καὶ] τὴν πομπὴν ἀξίως τῆς θε[οῦ] |
[φ]ιλοτιμηθεὶς ἐμ πᾶσι τούτοις κ[αὶ] | |
προσαναλώσας ἐκ τῶν ἰδίων, καὶ τ[ῶ]- | |
ν λοιπῶν δὲ ὧν καθῆκεν ἐν τῶι ἐν[ι]- | |
αυτῶι ἐπεμελήθη καλῶς καὶ εὐσχη- | |
10 | μόνως· ὅπως ἂν οὖν καὶ οἱ ὀργεῶνες |
φαίνωνται χάριτας ἀξίας ἀποδιδόν- | |
τες τοῖς ἀεὶ φιλοτιμουμένοις, | |
ἀγαθεῖ τύχει δεδόχθαι τοῖς ὀργε- | |
ῶσιν ἐπαινέσαι Στέφανον τῆς τε | |
15 | πρὸς τὴν Βένδιν καὶ τὸν Δηλόπτη- |
ν καὶ τοὺς ἄλλους θεοὺς εὐσεβείας | |
ἕνεκεν καὶ τῆς πρὸς τοὺς ὀργεῶ- | |
νας φιλοτιμίας στεφανῶσαι αὐ- | |
τὸν θαλλοῦ στεφάνωι, ἵνα καὶ τοῖς | |
20 | λοιποῖς τῶν ὀργεώνων ἅπασιν ἐ- |
φάμιλλον εἶ τοῖς βουλομένοις πρ- | |
ὸς τοὺς θεοὺς εὐσεβεῖν καὶ πρὸς | |
τοὺς ὀργεῶνας φιλοτιμεῖσθαι, εἰ- | |
δότας ὅτι καταξίας χάριτας κομι- | |
25 | οῦνται παρὰ τῶν ὀργεώνων· δεδόσ- |
θαι δὲ αὐτῶι καὶ ἀναθή̣ματι τόπον | |
ἐν τῶι ἱερῶι οὗ ἂν εὔσχημον εἶναι | |
φαίνηται. ἀναγράψαι δὲ τόδε τὸ ψή- | |
φισμα εἰς στήλην λιθίνην τὸν γρα- | |
30 | μματέα καὶ στῆσαι παρὰ τὸ ἀνάθη̣μα, |
εἰς δὲ τὴν πόησιν καὶ τὴν ἀναγρα- | |
φὴν μερίσαι τὸν ταμίαν τὸ γενόμε- | |
νον ἀνάλωμα. | |
οἱ ὀργεῶνες | |
35 | Στέφανον. |