[ ]
Att. — non-stoich. 28-30 — c. 200 a.
| 1 | θεο[ί]. |
| ἐπὶ Διονυσίου ἄρχοντος, Ἐλαφηβο- | |
| λιῶνος ἀγορᾶι κυρίαι· ἔδοξεν τοῖς θι- | |
| [α]σώταις· Ζήνων Ζηνοδότου Ἐρικεεὺς | |
| 5 | εἶπεν· ἐπειδὴ Θέων κατασταθεὶς τ[α]- |
| μία[ς ε]ἰς τὸν ἐνιαυτὸν τὸν ἐπὶ Νικ[ο]- | |
| φῶντος ἄρχοντος λελειτούργηκ[εν] | |
| ἔτη πλείω, μεμέρικεν δὲ καὶ εἰς τὰς θ[υ]- | |
| σίας ἐν τοῖς καθήκουσι χρόνοις ἀπρ[ο]- | |
| 10 | φασίστω̣ς, δέδωκεν δὲ καὶ τοῖς μετα[λ]- |
| [λ]άξασιν τὸ ταφικὸν παραχρῆμα· ὁ[μ]ο[ί]- | |
| ως δὲ καὶ ὁ γραμματεὺς λελειτούρ[γ]- | |
| [η]κεν ἔτη πλείω καὶ διατελοῦσ[ιν εὔ]- | |
| [νους] ὄντες τῶι κοινῶι τῶν θια[σωτῶν] | |
| 15 | [καὶ παρ]ασκευάζοντες ἑαυ[τοὺς εὐχρήσ]- |
| [το]υς καὶ ἴσο[υς] α — — — — — — — — — | |
| ․․․․ομιλ — — — — — — — — — — — — — — — |