[ ]
Att. — non-stoich. 43-50 — fin. III/init. II
| 1 | Θεότιμος Θεοδώρου Ῥαμνούσιος εἶπεν· ἐπειδὴ Διοκλῆς συνῆ- |
| χε τῶι Ἀμφιαράωι σύνοδον, τὸ δὲ ἱερὸν συνβαίνει προσδεῖσθαι | |
| ἐπισκευῆς καὶ τόν τε οἶκον ἄθυρον εἶναι καὶ τὸν κέραμον κατε- | |
| αγέναι, καταπεπτωκέναι δὲ καὶ τοῦ τοίχου τὸ μέρος τοῦ κατ- | |
| 5 | ὰ τὸν ὅλμον καὶ τὴν τράπεζαν τοῦ θεοῦ κατεαγέναι καὶ τὸ |
| πρόστωιον κινδυνεύειν καταπεσεῖν, εἰς δὲ τὴν ἐπισκευ- | |
| ὴν τούτων πάντων βούλεσθαι τοὺς συνεληλυθότας εἰσε- | |
| νεγκεῖν καθότι ἕκαστος δυνατός ἐστιν, ὅπως ἂν ἐπι- | |
| σκευασθέντων τούτων τῶι θεῶι ἔχωσι χρᾶσθαι κοινεῖ πάν- | |
| 10 | τες οἱ βουλόμενοι τῶι ἱερῶι· v ἀγαθεῖ τύχει δεδόχθαι τοῖς |
| Ἀμφιεραϊσταῖς ἐπιδοῦναι μὲν ἕκαστον εἰς τὴν ἐπισκευὴν | |
| τοῦ ἱεροῦ ὅσον ἂν βούληται, τῶν δ’ ἐπιδόντων ἀναγράψαι τὰ | |
| ὀνόματα ἐν στήλει λιθίνει καὶ στῆσαι παρὰ τὸν θεόν· ἀνα- | |
| γράψαι δὲ καὶ Μνησικλείδην ἐπειδὴ συνεπισκευάζει μετ’ αὐ- | |
| 15 | τῶν τὸ ἱερόν· ἐπαινέσαι δὲ καὶ Ὀνησιμίδην Ῥαμνούσιον |
| καὶ στεφανῶσαι αὐτὸν θαλλοῦ στεφάνωι, ἐπειδὴ καὶ οὗτος | |
| ἀνατέθηκε τῶι θεῶι τὰς αἱμασιὰς ὅπου ὁ λάκκος ἐστὶν | |
| καὶ δέδωκε τὴν πρόσοδον τοῖς Ἀμφιεραϊσταῖς τοῖς μετὰ | |
| Διοκλέου Ἁμαξαντέως, καὶ θύειν κατ’ ἐνιαυτὸν ἀπὸ τῆς προ- | |
| 20 | σόδου τῆς γινομένης καὶ ἀναγράψαι καὶ τοῦτον ἐπὶ τὴν |
| στήλην· ἐπαινέσαι δὲ καὶ τὸν ἀρχερανιστὴν Διοκλῆν Δίωνος | |
| Ἁμαξαντέα καὶ τὸν γραμματέα Καλλιτέλην Καλλίου Λαμ- | |
| πτρέα καὶ τὸν ταμίαν Ἀρχέστρατον Αἰσχίνου Ἐρχιέα καὶ | |
| στεφανῶσαι καὶ τούτων ἕκαστον θαλλοῦ στεφάνωι φιλο- | |
| 25 | [τι]μίας ἕνεκα καὶ δικαιοσύνης τῆς εἰς ἑαυτούς· καὶ ἐπι- |
| [μελ]ηθῆναι τῆς ἀναθέσεως καὶ ἀναγραφῆς τοῦ ψηφίσμα- | |
| [τος τοὺ]ς αὐτοὺς τούτους καὶ αὐτοὺς ἀποδοῦναι. οἱ ἀνοικο- | |
| [δομοῦντες] τῶι κοινῶι· | |
| col. I.29 | Διοκλῆς Ἁμαξαντεύς |
| 30 | Ἀντίμαχος Οἰναῖος |
| Καλλιτέλης Λαμπτρεύς | |
| Ἀγαθοκλῆς Χολαργεύς | |
| Νεοπείθης Κολωνῆθεν | |
| Τιμοκλείδης Ἕρμειος | |
| 35 | Ἀρχέστρατος Ἐρχιεύς |
| Πάμφιλος Κεφαλῆθεν | |
| Θεότιμος Ῥαμνούσιος | |
| Θεογένης Ῥαμνούσιος | |
| Ἀλεξικράτης Ἀναφλύστιος | |
| 40 | Ἀγαθοκλῆς Ἐπιεικίδης |
| col. II.29 | Εὔφρων Ἀναγυράσιος |
| 30 | — — — ων Ἀστακηνός |
| Με[γ]α[κλ]ῆς? Εἰτεαῖος | |
| Ἰάσων Χολα[ργεύ]ς | |
| Δ[η]μοκρ[ά]της — — — ος | |
| [Θ]ε[ό]κ[ριτ]ος Λαμπτρεύς | |
| 35 | Μνησικλείδης Ἰκαριεύς |
| Ἀρί[σ]των Χολαργεύς | |
| Ἀρχέβιος Ἀναγυράσιος | |
| Διονυσόδωρος Χολαργεύς | |
| Μενεκράτης Πιθεύς | |
| 39a | vacat |
| col. I.40a | sinistra in corona: |
| 41 | Ὀ[ν]ησιμίδης |
| Ῥαμ[ν]ούσιος | |
| col. II.40a | dextra in corona: |
| 41 | Διοκλῆς |
| Ἁμαξαντεύς. |