[ ]
Att. — Rhamnous [EM 8101-8101aA] — after 229 BC — IG II² 1322 — SEG 33.145
See also:
| 1 | Θεότιμος Θεοδώρου Ῥαμνούσιος εἶπεν· ἐπειδὴ Διοκλῆς συνῆ- |
| χε τῶι Ἀμφιεράωι σύνοδον, τὸ δὲ ἱερὸν συνβαίνει προσδεῖσθαι | |
| ἐπισκευῆς καὶ τόν τε οἶκον ἄθυρον εἶναι καὶ τὸν κέραμον κατε- | |
| αγέναι, καταπεπτωκέναι δὲ καὶ τοῦ τοίχου τὸ μέρος τοῦ κα[τ]- | |
| 5 | ὰ τὸν βωμὸν καὶ τὴν τράπεζαν τοῦ θεοῦ κατεαγέναι, καὶ τὸ |
| προστώιον κινδυνεύειν καταπεσεῖν, εἰς δὲ τὴν ἐπισκευ- | |
| ὴν τούτων πάντων βούλεσθαι τοὺς συνεληλυθότας εἰσε- | |
| νεγκεῖν καθότι ἕκαστος δυνατός ἐστιν· v ὅπως ἂν ἐπι%⁸¹- | |
| σκευασθέντων τούτων τῶι θεῶι ἔχωσι χρᾶσθαι κοινεῖ πάν- | |
| 10 | τες οἱ βουλόμενοι τῶι ἱερῶι, v ἀγαθεῖ τύχει· δεδόχθαι τοῖς |
| Ἀμφιεραϊσταῖς ἐπιδοῦναι μὲν ἕκαστον εἰς τὴν ἐπισκευὴν | |
| τοῦ ἱεροῦ ὅσον ἂν βούληται, τῶν δ’ ἐπιδόντων ἀναγράψαι τὰ | |
| ὀνόματα ἐν στήλει λιθίνει καὶ στῆσαι παρὰ τὸν θεόν· v ἀνα- | |
| γράψαι δὲ καὶ Μνησικλείδην ἐπειδὴ συνεπισκευάζει μετ’ αὐ- | |
| 15 | τῶν τὸ ἱερόν, v ἐπαινέσαι δὲ καὶ Ὀνησιμίδην Ῥαμνούσιον |
| καὶ στεφανῶσαι αὐτὸν θαλλοῦ στεφάνωι, ἐπειδὴ καὶ οὗτος | |
| ἀνατέθηκε τῶι θεῶι τὰς αἱμασιὰς ὅπου ὁ λάκκος ἐστὶν | |
| καὶ δέδωκε τὴν πρόσοδον τοῖς Ἀμφιεραϊσταῖς τοῖς μετὰ | |
| Διοκλέου Ἁμαξαντέως, καὶ θύειν κατ’ ἐνιαυτὸν ἀπὸ τῆς προ- | |
| 20 | σόδου τῆς γινομένης καὶ ἀναγράψαι καὶ τοῦτον ἐπὶ τὴν |
| στήλην· ἐπαινέσαι δὲ καὶ τὸν ἀρχερανιστὴν Διοκλῆν Δίωνος | |
| Ἁμαξαντέα καὶ τὸν γραμματέα Καλλιτέλην Καλλίου Λαμ- | |
| πτρέα καὶ τὸν ταμίαν Ἀρχέστρατον Αἰσχίνου Ἐρχιέα καὶ | |
| στεφανῶσαι καὶ τούτων ἕκαστον θαλλοῦ στεφάνωι φιλο- | |
| 25 | [τι]μίας ἕνεκα καὶ δικαιοσύνης τῆς εἰς ἑαυτοὺς καὶ ἐπι- |
| [μελ]ηθῆναι τῆς ἀναθέσεως καὶ ἀναγραφῆς τοῦ ψηφίσμα- | |
| [τος τοὺ]ς αὐτοὺς τούτους καὶ λόγους ἀποδοῦναι· οἱ ἀνοικο- | |
| [δομοῦντες] τῶι κοινῶι, | |
| 1.29 | Διοκλῆς Ἁμαξαντεὺς |
| 30 | Ἀντίμαχος Οἰναῖος |
| Καλλιτέλης Λαμπτρεὺς | |
| Ἀγαθοκλῆς Χολαργεὺς | |
| Νεοπείθης Κολωνῆθεν | |
| Τιμοκλείδης Ἕρμειος | |
| 35 | Ἀρχέστρατος Ἐρχιεὺς |
| Πάμφιλος Κεφαλῆθεν | |
| Θεότιμος Ῥαμνούσιος | |
| Θεομένης Ῥαμνούσιος | |
| Ἀλεξικράτης Ἀναφλύστιος | |
| 40 | Ἀγαθοκλῆς Ἐπιεικίδης |
| 2.29 | Εὔφρων Ἀναγυράσιος |
| 30 | [Νίκ]ων Ἀστακηνὸς |
| Μέναν[δρος Εἰ]τ̣εαῖος | |
| Ἰάσων Χολα[ργεὺς] | |
| Δ[η]μοκρ[ά]της [— —c.5— —]ος | |
| [Θ]ε[ό]φι[λ]ος Λαμπτρεὺς | |
| 35 | Μνησικλείδης Ἰκαριεὺς |
| Ἀρίστων Χολαργεὺς | |
| Ἀρχέβιος Ἀναγυράσιος | |
| Διονυσόδωρος Χολαργεὺς | |
| Μενεκράτης Πιθεὺς | |
| 3.41 | Ὀ[ν]ησιμίδης |
| Ῥαμ[ν]ούσιος | |
| 4.43 | [Καλλιτέλης] |
| [Λαμπτρεὺς] | |
| 41 | Διοκλῆς |
| Ἁμαξαντεὺς | |
| 6.43 | [Ἀρχέστρατος] |
| [Ἐρχιεὺς] |