Honorific decree for Athenopolis. Sacred Hall, west wall; inscription in a single column.
col. I.1 | στεφανηφοροῦντος Ἰσοδώρου |
τὸ δεύτερον, μηνὸς Μεταγειτν[ι]- | |
ῶνος πέμπτηι· ὑπὲρ τιμῶν Ἀθη- | |
νοπόλιδι Κυδίμου | |
cr.? (painted).5 | Ἀθηνόπο- |
λιν | |
Κυδίμου | |
col. I.8 | ἔδοξ[ε] τῆι βουλῆι· Λυκῖνος Λυκίνου ε̣ἶπε[ν· ἐπειδὴ Ἀ]- |
θηνόπολις Κυδίμου ἀνὴρ καλὸς [καὶ ἀγαθὸς ὑ]πάρχω[ν] | |
10 | καὶ ἄξιος τῆς τῶν προγόνων ἀρε[τῆς πρό]τερόν τε φιλά- |
γαθον ἑαυτὸν παρεχόμενος ἐμ πᾶ[σιν ἔ]λαβεν παρὰ τοῦ | |
δήμου τιμάς, πολλὰ καὶ χρήσιμα τ[ῆι πόλ]ει συνκατασκευ- | |
άσας διὰ τὴν αὐτοῦ καλοκἀγαθ[ία]ν̣, καὶ μετὰ ταῦτα μέ- | |
νων ἐπὶ τῆς αὐτῆς προθέσεως οὐδ[ενὸ]ς ἀφίσταται τῶν τῶι | |
15 | δήμωι συμφερόντων, καὶ λέγων κ[αὶ πρ]άσσων τὰ ἄριστα οὐ- |
δεμιᾶς λειπόμενος φιλαγαθίας, ἄξι[ον ἑα]υτὸν παρεχόμενος | |
τῶν προδεδομένων αὐτῶι τιμῶν̣ [καὶ ο]ὐκ ἐπιλανθανόμε- | |
νος τῶν προηιρημένων, πολὺ δὲ μᾶλλο̣[ν συ]ντηρῶν τὴν πρὸς | |
τοὺς πολίτας εὔνοιαν, νομίζων το[ῦτο α]ὑτῶι μέγιστον ὑπάρ- | |
20 | χειν τὸ τὴν πρὸς τοὺς συν̣α̣νατρ[ε]φ̣ο̣[μέν]ους ἐκτένειαν συν- |
τηρεῖν, ὅθεν ἐν οὐθενὶ λειπομένου α̣[ὐτο]ῦ̣, προσεπαύξοντος | |
δὲ τὴν κατὰ τὸ κάλλιστον προθυ[μίαν] vac. καθῆκον δέ ἐστιν | |
καὶ ἄξιον τῆς τοῦ ἀνδρὸς φ[ιλαγαθίας] ταύτης τυχεῖν τῆς | |
τιμῆς [․․․]․․․․․[․․․․․]η̣ς̣, [δεδόχ]θαι τῆι βουλῆι· ἐπῃ- | |
25 | νῆσθαί τ̣[ε Ἀθη]νόπολιν [Κυ]δ[ίμ]ου [ὑπ]ά̣ρχον[τα ἐ]μ πᾶσιν καλὸν |
[καὶ ἀγαθὸν — — — — — — — — — — — — — — — — — —] | |
{²one block missing with 12 lines of text}² | |
37 | [— — — — — — — — — — — — — — — — — — — — — ὅταν] |
[ὁ δῆμος τὰς πατρίους σπονδὰς συ]ν[τε]λῆι· κατὰ τὸ αὐτὸ δὲ | |
[καὶ οἱ γινόμενοι ἀγωνοθέται τε καὶ] γραμματεῖς καθ’ ἕκαστον | |
40 | [ἔτος ποιείσθωσαν τὴν ἀναγγελίαν — —]νων τῶν τιμῶν καθότι |
[προδεδήλωται, ἵνα καὶ τοῖς λοιποῖς] φανερὰ ὑπάρχηι ἥ τε Ἀθηνο- | |
[πόλιδος φιλαγαθία καὶ ἡ εὐχα]ριστία ἣν ποιεῖται εἰς τοὺς κα- | |
[λοὺς ἄνδρας ἡ πόλις ἡμῶν· ἀναγ]ράψαι δὲ καὶ τὸ ὑπὲρ τῶν τιμῶν | |
[ψήφισμα εἰς τοῖχον τῆς στοᾶς τῆ]ς ἐν τῆι ἀγορᾶι εἰς ὃν ἂν συγκρί- | |
45 | [νηι τόπον ὁ ἀρχιτέκτων, καὶ ποιεί]σ̣θω τὴν ἔγδοσιν ὁ μέλλων οἰ- |
[κονομεῖν καθάπερ ἂν συγγράψηι] ὁ ἀρχιτέκτων, καὶ τὸ ἐσόμενον | |
[εἰς ταῦτα ἀνάλωμα ἀνενεγκεῖ]ν̣ ἐλ λόγωι τῆι πόλει. | |