Honorific decree for Athenopolis.  Sacred Hall, west wall; inscription in a single column.
[ ] Ionia — Priene — ca. 130 BC — IvPriene (1906) 107
See also:
col. I.1 στεφανηφοροῦντος Ἰσοδώρου
τὸ δεύτερον, μηνὸς Μεταγειτν[ι]-
ῶνος πέμπτηι· ὑπὲρ τιμῶν Ἀθη-
νοπόλιδι Κυδίμου
cr.? (painted).5                     Ἀθηνόπο-
                         λιν
                      Κυδίμου
col. I.8 ἔδοξ[ε] τῆι βουλῆι· Λυκῖνος Λυκίνου ε̣ἶπε[ν· ἐπειδὴ Ἀ]-
θηνόπολις Κυδίμου ἀνὴρ καλὸς [καὶ ἀγαθὸς ὑ]πάρχω[ν]
10 καὶ ἄξιος τῆς τῶν προγόνων ἀρε[τῆς πρό]τερόν τε φιλά-
γαθον ἑαυτὸν παρεχόμενος ἐμ πᾶ[σιν ἔ]λαβεν παρὰ τοῦ
δήμου τιμάς, πολλὰ καὶ χρήσιμα τ[ῆι πόλ]ει συνκατασκευ-
άσας διὰ τὴν αὐτοῦ καλοκἀγαθ[ία]ν̣, καὶ μετὰ ταῦτα μέ-
νων ἐπὶ τῆς αὐτῆς προθέσεως οὐδ[ενὸ]ς ἀφίσταται τῶν τῶι
15 δήμωι συμφερόντων, καὶ λέγων κ[αὶ πρ]άσσων τὰ ἄριστα οὐ-
δεμιᾶς λειπόμενος φιλαγαθίας, ἄξι[ον ἑα]υτὸν παρεχόμενος
τῶν προδεδομένων αὐτῶι τιμῶν̣ [καὶ ο]ὐκ ἐπιλανθανόμε-
νος τῶν προηιρημένων, πολὺ δὲ μᾶλλο̣[ν συ]ντηρῶν τὴν πρὸς
τοὺς πολίτας εὔνοιαν, νομίζων το[ῦτο α]ὑτῶι μέγιστον ὑπάρ-
20 χειν τὸ τὴν πρὸς τοὺς συν̣α̣νατρ[ε]φ̣ο̣[μέν]ους ἐκτένειαν συν-
τηρεῖν, ὅθεν ἐν οὐθενὶ λειπομένου α̣[ὐτο]ῦ̣, προσεπαύξοντος
δὲ τὴν κατὰ τὸ κάλλιστον προθυ[μίαν] vac. καθῆκον δέ ἐστιν
καὶ ἄξιον τῆς τοῦ ἀνδρὸς φ[ιλαγαθίας] ταύτης τυχεῖν τῆς
τιμῆς [․․․]․․․․․[․․․․․]η̣ς̣, [δεδόχ]θαι τῆι βουλῆι· ἐπῃ-
25 νῆσθαί τ̣[ε Ἀθη]νόπολιν [Κυ]δ[ίμ]ου [ὑπ]ά̣ρχον[τα ἐ]μ πᾶσιν καλὸν
[καὶ ἀγαθὸν — — — — — — — — — — — — — — — — — —]
{²one block missing with 12 lines of text}²
37 [— — — — — — — — — — — — — — — — — — — — — ὅταν]
[ὁ δῆμος τὰς πατρίους σπονδὰς συ]ν[τε]λῆι· κατὰ τὸ αὐτὸ δὲ
[καὶ οἱ γινόμενοι ἀγωνοθέται τε καὶ] γραμματεῖς καθ’ ἕκαστον
40 [ἔτος ποιείσθωσαν τὴν ἀναγγελίαν — —]νων τῶν τιμῶν καθότι
[προδεδήλωται, ἵνα καὶ τοῖς λοιποῖς] φανερὰ ὑπάρχηι ἥ τε Ἀθηνο-
[πόλιδος φιλαγαθία καὶ ἡ εὐχα]ριστία ἣν ποιεῖται εἰς τοὺς κα-
[λοὺς ἄνδρας ἡ πόλις ἡμῶν· ἀναγ]ράψαι δὲ καὶ τὸ ὑπὲρ τῶν τιμῶν
[ψήφισμα εἰς τοῖχον τῆς στοᾶς τῆ]ς ἐν τῆι ἀγορᾶι εἰς ὃν ἂν συγκρί-
45 [νηι τόπον ὁ ἀρχιτέκτων, καὶ ποιεί]σ̣θω τὴν ἔγδοσιν ὁ μέλλων οἰ-
[κονομεῖν καθάπερ ἂν συγγράψηι] ὁ ἀρχιτέκτων, καὶ τὸ ἐσόμενον
[εἰς ταῦτα ἀνάλωμα ἀνενεγκεῖ]ν̣ ἐλ λόγωι τῆι πόλει.
Search Help
Contact Us