Honorific decree for Athenopolis. Sacred Hall, west wall; inscription in a single column.
| col. I.1 | στεφανηφοροῦντος Ἰσοδώρου |
| τὸ δεύτερον, μηνὸς Μεταγειτν[ι]- | |
| ῶνος πέμπτηι· ὑπὲρ τιμῶν Ἀθη- | |
| νοπόλιδι Κυδίμου | |
| cr.? (painted).5 | Ἀθηνόπο- |
| λιν | |
| Κυδίμου | |
| col. I.8 | ἔδοξ[ε] τῆι βουλῆι· Λυκῖνος Λυκίνου ε̣ἶπε[ν· ἐπειδὴ Ἀ]- |
| θηνόπολις Κυδίμου ἀνὴρ καλὸς [καὶ ἀγαθὸς ὑ]πάρχω[ν] | |
| 10 | καὶ ἄξιος τῆς τῶν προγόνων ἀρε[τῆς πρό]τερόν τε φιλά- |
| γαθον ἑαυτὸν παρεχόμενος ἐμ πᾶ[σιν ἔ]λαβεν παρὰ τοῦ | |
| δήμου τιμάς, πολλὰ καὶ χρήσιμα τ[ῆι πόλ]ει συνκατασκευ- | |
| άσας διὰ τὴν αὐτοῦ καλοκἀγαθ[ία]ν̣, καὶ μετὰ ταῦτα μέ- | |
| νων ἐπὶ τῆς αὐτῆς προθέσεως οὐδ[ενὸ]ς ἀφίσταται τῶν τῶι | |
| 15 | δήμωι συμφερόντων, καὶ λέγων κ[αὶ πρ]άσσων τὰ ἄριστα οὐ- |
| δεμιᾶς λειπόμενος φιλαγαθίας, ἄξι[ον ἑα]υτὸν παρεχόμενος | |
| τῶν προδεδομένων αὐτῶι τιμῶν̣ [καὶ ο]ὐκ ἐπιλανθανόμε- | |
| νος τῶν προηιρημένων, πολὺ δὲ μᾶλλο̣[ν συ]ντηρῶν τὴν πρὸς | |
| τοὺς πολίτας εὔνοιαν, νομίζων το[ῦτο α]ὑτῶι μέγιστον ὑπάρ- | |
| 20 | χειν τὸ τὴν πρὸς τοὺς συν̣α̣νατρ[ε]φ̣ο̣[μέν]ους ἐκτένειαν συν- |
| τηρεῖν, ὅθεν ἐν οὐθενὶ λειπομένου α̣[ὐτο]ῦ̣, προσεπαύξοντος | |
| δὲ τὴν κατὰ τὸ κάλλιστον προθυ[μίαν] vac. καθῆκον δέ ἐστιν | |
| καὶ ἄξιον τῆς τοῦ ἀνδρὸς φ[ιλαγαθίας] ταύτης τυχεῖν τῆς | |
| τιμῆς [․․․]․․․․․[․․․․․]η̣ς̣, [δεδόχ]θαι τῆι βουλῆι· ἐπῃ- | |
| 25 | νῆσθαί τ̣[ε Ἀθη]νόπολιν [Κυ]δ[ίμ]ου [ὑπ]ά̣ρχον[τα ἐ]μ πᾶσιν καλὸν |
| [καὶ ἀγαθὸν — — — — — — — — — — — — — — — — — —] | |
| {²one block missing with 12 lines of text}² | |
| 37 | [— — — — — — — — — — — — — — — — — — — — — ὅταν] |
| [ὁ δῆμος τὰς πατρίους σπονδὰς συ]ν[τε]λῆι· κατὰ τὸ αὐτὸ δὲ | |
| [καὶ οἱ γινόμενοι ἀγωνοθέται τε καὶ] γραμματεῖς καθ’ ἕκαστον | |
| 40 | [ἔτος ποιείσθωσαν τὴν ἀναγγελίαν — —]νων τῶν τιμῶν καθότι |
| [προδεδήλωται, ἵνα καὶ τοῖς λοιποῖς] φανερὰ ὑπάρχηι ἥ τε Ἀθηνο- | |
| [πόλιδος φιλαγαθία καὶ ἡ εὐχα]ριστία ἣν ποιεῖται εἰς τοὺς κα- | |
| [λοὺς ἄνδρας ἡ πόλις ἡμῶν· ἀναγ]ράψαι δὲ καὶ τὸ ὑπὲρ τῶν τιμῶν | |
| [ψήφισμα εἰς τοῖχον τῆς στοᾶς τῆ]ς ἐν τῆι ἀγορᾶι εἰς ὃν ἂν συγκρί- | |
| 45 | [νηι τόπον ὁ ἀρχιτέκτων, καὶ ποιεί]σ̣θω τὴν ἔγδοσιν ὁ μέλλων οἰ- |
| [κονομεῖν καθάπερ ἂν συγγράψηι] ὁ ἀρχιτέκτων, καὶ τὸ ἐσόμενον | |
| [εἰς ταῦτα ἀνάλωμα ἀνενεγκεῖ]ν̣ ἐλ λόγωι τῆι πόλει. | |