Regulations concerning sacrifices. Lower part of a stele of blue marble, inscribed on the front and back faces (nos. 415-416).
[ ]
Ionia — Thebes at Mykale — mid-4th c. BC — IvPriene (1906) 362 + p. 312 — F. Sokolowski, LSAM (1955) 110, 39
See also:
1 | [․․․․․․ μηνὸς Κυαν]ο̣ψ̣ιῶνος ὀγ̣δ̣[όηι] |
ἀ̣νο̣[μ]ένο̣υ [φέρ]ε̣ιν̣ τῆι Μυκάληι ΟΡ[․․․․] | |
α̣ν τὸν [․․․․․․․․] καὶ παραδ̣οῦνα̣ι τοῖς̣ | |
ἱεροποιοῖς ἐ̣[π]ομόσαντα̣ τὴμ Μυκάλην· | |
5 | καὶ τοῦ Τα[υ]ρε̣ῶνος φέ̣ρ̣ε̣[ι]ν τρίτηι ἐπὶ δέ- |
κα ταῖς Νύμφαις καθότι καὶ τῆι Μυκάληι· | |
καὶ τοῖς Ταργηλίοις φέρε̣ιν τῆι ὀγδόηι | |
τυρείην τῶι Ἑρμῆι τῶι Κτηνίτηι καθό- | |
τι καὶ τῆι Μυκάληι· καὶ ἐς τὴν ὑστεραίην | |
10 | φέρειν τυρείην τῶι Μαιάνδρωι καθότι |
καὶ τοῖς ἄλλοις ἐπομόσα̣ντα· φέρειν δὲ | |
κούρειον τῶι Ἑρμῆι ἔριφον θύσιμον | |
ἀπ’ ἐκάστου αἰπολίου ἐκ τοῦ ἑαυτοῦ, | |
πριάμενον δὲ μὴ ἐξεῖναι, καὶ ἐπιπέμμα- | |
15 | τα ἐξ ἡμιχοινικίου καὶ δύο ἡμιτεσσέρια |
οἴνου σπονδήν· φέρειν δὲ καὶ τοὺς τὰ | |
πρόβατα βόσκοντας ἀπὸ τῆς ποίμνη- | |
ς ἄρνα, εἰὰν πέντε τέκωσι· φέρειν δὲ καὶ | |
τὰ ἄλα κατότι καὶ οἱ τὰς αἶγας βόσκον- | |
20 | τες· λαμβάνειν δὲ τοὺς εἰσάγοντας το͂ κου- |
ρείοˉ τὸ δέρμα καὶ σκέλος καὶ νεφρὸν | |
καὶ σκολιόν, τοὺς δὲ ἱροποιοὺς παραλ- | |
αβόντας τὰ κρεῖα τῶν κουρείων καὶ τὰ | |
αὐτοὶ θύουσι νέμειν μερίδας κεφαλ̣ηδὸν | |
25 | πᾶσι Θηβαίοις καὶ τοῖς πολ̣ίταις ὅσοι ἂν |
vacat | |