Honorific decree of Priene for Alexandreia Troas. Stele of white marble, broken at the top.
[ ]
Ionia — Priene — Sanct. of Athena — 2nd c. BC — GIBM III (1890) 419 — IvPriene (1906) 44 — IK Alexandreia Troas T95
See also:
1 | [ἔδοξε τῆι βουλῆι καὶ τῶι δήμωι· ἐπε]ιδὴ ὁ δῆμος ὁ Ἀ[λεξανδρέων ἀπέστειλε πρὸς] |
[ἡ]μᾶ̣[ς Νικασαγόραν] Ζωΐλου καὶ ψήφισμα καθ’ ὃ ἐ[στεφάνωκε τὸν] δῆμον | |
καὶ ἐπήινεκε τοὺς παραγενομένους εἰς Ἀλεξάνδρειαν δικαστὰς Ἀθηναγόραν | |
Εὐκτίτου, Νύνφωνα Καλλικράτου, Ἀριστόδημον Φίλωνος, ἐπελθὼν δὲ καὶ Νικασαγό- | |
5 | ρας ἐπί τε τὴν βουλὴν καὶ τὴν ἐκκλησίαν ἀκολούθως διελέγηι τοῖς ἐν τῶι ψηφίσματι |
κατακεχωρισμένοις· ὅπως οὖν καὶ ὁ δῆμος εὐχαριστῶν τε φαίνηται τῶι δήμῳ | |
τῶι Ἀλεξανδρέων καὶ φιλανθρώπως ἀποδεδεγμένος τόν τε ἐψηφισμένον | |
ὑπ’ αὐτοῦ στέφανον καὶ τὸν τῶν δικαστῶν ἔπαινον, δεδόχθαι τῆι βουλῆι καὶ τῶι | |
δήμωι· ἐπηνῆισθαι τὸν δῆμον τὸν Ἀλεξανδρέων ἐπί τε τῆι προαιρέσει ἣν ἔχει εἰς | |
10 | τὴμ πόλιν ἡμῶν ἀκόλουθα πράττων τοῖς προϋπάρχουσι<ν> ἀμφοτέραις ταῖς π[ό]λεσιν |
[φ]ιλανθρώποις καὶ διότι τὴμ πᾶσαν σπουδὴν προαιρούμενος ποιεῖσθαι ὑπὲρ τῶν παρα- | |
γινομένων εἰς τὴμ πόλιν δικαστηρίων, ὅπως ἴσα καὶ δίκαια πᾶ̣σ̣ι τοῖς πο[λίταις πα]- | |
ραγίνηται, διὰ τὸ μάλιστα διὰ τοῦτο τηρεῖσθαι τὴν δημοκρατίαν, ἀποσταλέ[ντων] | |
πρὸς αὐτὸν παρ’ ἡμῶν δικαστῶν τοὺς μὲν παραγενομένους ἄνδρας εἰς Ἀλεξάνδ[ρ]εια[ν] | |
15 | ἐπῄνεκεν ἐπί τε τῶι σωφρόνως καὶ ἀνεγκλήτως παρεπιδημῆσαι καὶ διότι τὰς δίκας ἴσως |
καὶ δικαίως ἁπάσας ἔκριναν τάς τε τῶμ παρανόμων καὶ τὰς τῶμ βιαίων, τὸν δὲ δῆμον | |
ἐστεφάνωκεν ἀρετῆς ἕνεκεν καὶ εὐνοίας τῆς εἰς τὴμ πόλιν καὶ διότι ἄνδρας καλοὺς | |
καὶ ἀγαθοὺς ἀπέστειλεν· ἐπηνῆισθαι δὲ καὶ τοὺς ἀποσταλέντας εἰς Ἀλεξάνδρειαν δι- | |
καστὰς Ἀθηναγόραν Εὐκτίτου, Νύμφωνα Καλλικράτου, Ἀριστόδημον Φίλωνος· ἵνα δὲ | |
20 | τὰ ἐψηφισμένα ὑπὸ Ἀλεξανδρέων λάβηι συντέλειαν, τὸμ μὲν ἀγωνοθέτην ὃς ἂν ἦι |
τότε ποιήσασθαι ἐπιμέλειαν μετὰ τοῦ γ̣ραμματέως, ὅπως ὁ στέφανος ἀναγορευθ[ῆι] | |
τοῖς πρώτοις Διονυσίοις ὅταν τὰς θέας συντελῶμεν μετὰ τὰς σπονδάς, διότι «ὁ δῆμ[ος] | |
ὁ Ἀλεξανδρέων στεφανοῖ τὸν δῆμον τὸμ Πριηνέων ἀρετῆς ἕνεκεν [κ]αὶ εὐνοία[ς] | |
τῆς εἰς αὑτὸν καὶ διότι δικαστὰς ἀπέστειλαν ἄνδρας καλοὺς καὶ ἀγαθοὺς | |
25 | Ἀθηναγόραν Εὐκτίτου, Νύμφωνα Καλλικράτου, Ἀριστόδημον Φίλωνος»· τὸ δ[ὲ] |
ψήφισμα τὸ παρὰ Ἀλεξανδρέων ἀναγράψαι εἰς στήλην λιθίνην καὶ στῆσαι | |
εἰς τὸ ἱερὸν τῆς Ἀθηνᾶς, ὑπογράψαι δὲ καὶ τόδ[ε τ]ὸ ψήφισμα εἰς τὴν ἀνατιθε- | |
μένην στήλην· τῆς δὲ ἀναγραφῆς τῶ[ν ψ]ηφισμάτων καὶ τῆς ἐγδόσεως τῆς στή- | |
λης ἐπιμέλειαμ ποιήσασθαι τὸν νεωποιεῖν μέλλοντα Χάρμον ἐπὶ στεφανηφόρο[υ] | |
30 | Ἀπόλλωνος καὶ τὸ γενόμενον ἀνάλωμα ἀνενεγκεῖν ἐν λόγωι τῆι πόλει· ἀποστεῖ- |
λαι δὲ καὶ ξένιον Νικασαγόραι τῶι παραγεγονότι πρεσβευτῆι τὸ κατὰ τὸν νόμον τὸν | |
νεωποίην Φλέαντα· ἵνα δὲ καὶ ἀσφαλῶς παραπεμφθῆι, τοὺς στρατηγοὺς καὶ τοὺς | |
ἱππάρχας ἐπιμεληθῆναι. | |