Honorary decree of boule and demos of Priene for
Alexandreia Tro. and foreign judges from Priene sent to
Alexandreia Tro.; II; found at Priene: GIBM 419 + 431; *IPriene
44.
| 1 | [ὁ] δ̣ῆμος ὁ Ἀλεξανδρέων τῶν ἀπὸ τῆς Τρώιας |
| [τὸν] δ̣ῆμον vacat τὸ[ν Πριη]ν̣έ̣ων. | |
| [ἔδοξε τῆι βουλῆι καὶ τῶι δήμωι· ἐπε]ιδὴ ὁ δῆμος ὁ Ἀ[λεξανδρέων ἀπέστειλε πρὸς] | |
| [ἡ]μᾶ̣[ς Νικασαγόραν] Ζωΐλου καὶ ψήφισμα καθ’ ὅ ἐ[στεφάνωκε τὸν] δῆμον | |
| 5 | καὶ ἐπήινεκε τοὺς παραγενομένους εἰς Ἀλεξάνδρειαν δικαστὰς Ἀθηναγόραν |
| Εὐκτίτου, Νύνφωνα Καλλικράτου, Ἀριστόδημον Φίλωνος, ἐπελθὼν δὲ καὶ Νικασαγό- | |
| ρας ἐπί τε τὴν βουλὴν καὶ τὴν ἐκκλησίαν ἀκολούθως διελέγηι τοῖς ἐν τῶι ψηφίσματι | |
| κατακεχωρισμένοις· ὅπως οὖν καὶ ὁ δῆμος εὐχαριστῶν τε φαίνηται τῶι δήμω[ι] | |
| τῶι Ἀλεξανδρέων καὶ φιλανθρώπως ἀποδεδεγμένος τόν τε ἐψηφισμένον | |
| 10 | ὑπ’ αὐτοῦ στέφανον καὶ τὸν τῶν δικαστῶν ἔπαινον, δεδόχθαι τῆι βουλῆι καὶ τῶι |
| δήμωι, ἐπῃνῆισθαι τὸν δῆμον τὸν Ἀλεξανδρέων ἐπί τε τῆι προαιρέσει ἣν ἔχει εἰς | |
| τὴμ πόλιν ἡμῶν ἀκόλουθα πράττων τοῖς προϋπάρχουσι[ν] ἀμφοτέραις ταῖς π[ό]λεσιν | |
| [φ]ιλανθρώποις καὶ διότι τὴμ πᾶσαν σπουδὴν προαιρούμενος ποιεῖσθαι ὑπὲρ τῶν παρα- | |
| γινομένων εἰς τὴμ πόλιν δικαστηρίων, ὅπως ἴσα καὶ δίκαια π[ᾶσ]ι τοῖς πο[λίταις πα]- | |
| 15 | ραγίνηται, διὰ τὸ μάλιστα διὰ τοῦτο τηρεῖσθαι τὴν δημοκρατίαν, ἀποσταλέ[ντων] |
| πρὸς αὐτὸν παρ’ ἡμῶν δικαστῶν τοὺς μὲν παραγενομένους ἄνδρας εἰς Ἀλεξάνδ[ρ]εια[ν] | |
| ἐπῄνεκεν, ἐπί τε τῶι σωφρόνως καὶ ἀνεγκλήτως παρεπιδημῆσαι καὶ διότι τὰς δίκας ἴσως | |
| καὶ δικαίως ἁπάσας ἔκριναν τάς τε τῶμ παρανόμων καὶ τὰς τὼμ βιαίων, τὸν δὲ δῆμον | |
| ἐστεφάνωκεν ἀρετῆς ἕνεκεν καὶ εὐνοίας τῆς εἰς τὴμ πόλιν καὶ διότι ἄνδρας καλοὺς | |
| 20 | καὶ ἀγαθοὺς ἀπέστειλεν· ἐπῃνῆισθαι δὲ καὶ τοὺς ἀποσταλέντας εἰς Ἀλεξάνδρειαν δι- |
| καστὰς Ἀθηναγόραν Εὐκτίτου, Νύμφωνα Καλλικράτου, Ἀριστόδημον Φίλωνος· ἵνα δὲ | |
| τὰ ἐψηφισμένα ὑπὸ Ἀλεξανδρέων λάβηι συντέλειαν, τὸμ μὲν ἀγωνοθέτην ὃς ἂν ἦι | |
| τότε ποιήσασθαι ἐπιμέλειαν μετὰ τοῦ <γ>ραμματέως, ὅπως ὁ στέφανος ἀναγορευθ[ῆι] | |
| τοῖς πρώτοις Διονυσίοις, ὅταν τὰς θέας συντελῶμεν μετὰ τὰς σπονδάς, διότι ὁ δῆμ[ος] | |
| 25 | ὁ Ἀλεξανδρέων στεφανοῖ τὸν δῆμον τὸμ Πριηνέων ἀρετῆς ἕνεκεν [κ]αὶ εὐνοία[ς] |
| τῆς εἰς αὐτὸν καὶ διότι δικαστὰς ἀπέστειλαν ἄνδρας καλοὺς καὶ ἀγαθοὺς | |
| Ἀθηναγόραν Εὐκτίτου, Νύμφωνα Καλλικράτου, | |
| Ἀριστόδημον Φίλωνος· τὸ δ[ὲ] | |
| ψήφισμα τὸ παρὰ Ἀλεξανδρέων ἀναγράψαι εἰς στήλην λιθίνην καὶ στῆσαι | |
| 30 | εἰς τὸ ἱερὸν τῆς Ἀθηνᾶς, ὑπογράψαι δὲ καὶ τόδ[ε τ]ὸ ψήφισμα εἰς τὴν ἀνατιθε- |
| μένην στήλην· τῆς δὲ ἀναγραφῆς τῶ[ν ψ]ηφισμάτων καὶ τῆς ἐγδόσεως τῆς στή- | |
| λης ἐπιμέλειαμ ποιήσασθαι τὸν νεωποιεῖν μέλλοντα Χάρμον ἐπὶ στεφανοφόρο[υ] | |
| Ἀπόλλωνος, καὶ τὸ γενόμενον ἀνάλωμα ἀνενεγκεῖν ἐν λόγωι τῆι πόλει· ἀποστεῖ- | |
| λαι δὲ καὶ ξένιον Νικασαγόραι τῶι παραγεγονότι πρεσβευτῆι τὸ κατὰ τὸν νόμον τὸν | |
| νεωποίην Φλέαντα· ἵνα δὲ καὶ ἀσφαλῶς παραπεμφθῆι, | |
| 35 | τοὺς στρατηγοὺς καὶ τοὺς |
| ἱππάρχας ἐπιμεληθῆναι. |