Honorific decree of the Ionian League for Dionysios, priest of King Nikomedes II Epiphanes.  Block from a base, broken at the top and on the right.
[ ] Ionia — Priene — Sanct. of Athena — 128/7 BC at the latest — IvPriene (1906) 55 + p. 310
See also:
1 [— — — — — — —]Σ̣Ε[— — — — — — —]
               [τὸ παρὰ τ]ῶν [Ἰ]ώ̣νων
                    [ὑ]πὲρ τιμῶν Διο-
                     νυσίωι Ἀμεινίου·
5                     ἐπὶ Ἀπολλοδώρου Βο-
                       ηδρομιῶνος,
[ἔ]δοξε τῶι κοινῶι τῶν Ἰώνων πλὴν Χίων·
ἐπειδὴ Διονύσιος Ἀμεινίου Πριηνεὺς
    ἀνὴρ ἀγαθός ἐστιν καὶ εὔνους τῶι κοινῶ[ι]
10     τῶν Ἰώνων, χειροτονηθεὶς δὲ καὶ ὑπ[ὸ]
    τῶν πολειτῶν ἱερεὺς βασιλέως Νικο-
    μήδου Ἐπιφανοῦς βασιλέως 〚[ω]ς〛 Προ[υσί]-
    ου πρῶτον μὲν τὴν θυσίαν συνετέλ[ε]-
    σεν καλὴν καὶ εὐσχήμονα, ἐπετέλεσέ[ν]
15     τε τὴν πομπὴν ἀξίαν τοῦ τε τῶν Ἰώνω[ν]
    συστέματος καὶ τοῦ βασιλέως, ὧι ἐ̣-
    πετέλει περὶ τῶν Ἰώνων τὰ ἐψη-
    φισμένα τίμια, βουθυτήσας δὲ ἐ-
    πιφανῶς καὶ τὰ κάλλιστα τοῖς Ἴωσιν
20     καὶ Ῥωμαίοις κατευξάμενος ἐ[κά]-
    λεσεν καὶ εἰς τὴν οἰκίαν αὐτοῦ
    τὴν ἰδίαν, μεταδιδοὺς σπονδῶ[ν]
    τε καὶ τῆς λοιπῆς φιλανθρωπίας,
    ἧς καθήκει {μεταδιδοὺς 〚[σπονδῶν]〛}
25     {τε καὶ τῆς λοιπῆς φιλανθρωπ[ίας]}
    {ἧς καθήκει} τυγχάνειν τοὺς ἔ[χον]-
    τας συγγενικὴν οἰκειότητ̣[α],
    τῆς συντελείας δὲ τῶν δε̣[όντων περι]-
    εχούσης παντάπασιν διαφό[ρων πλῆ]-
30     θος οὐκ ὀλίον χωρὶς τῶν λ[— — — —],
    οὐκ ὑπέθηκε τὰς δαπά̣να[ς, ἀλλ’ εἱστία]-
    σε τοὺς Ἴωνας μεγαλοπ̣[ρεπῶς, οὓς]
    μὲν ἐκ παρασκ<ε>υῆς, οὓς̣ [δὲ καὶ]
    ἑτοιμασάμενος ἃ δεῖ [παραχρῆμα]
                  vac.
Search Help
Contact Us