Honorific decree of the Ionian League for Dionysios, priest of King Nikomedes II Epiphanes. Block from a base, broken at the top and on the right.
[ ]
Ionia — Priene — Sanct. of Athena — 128/7 BC at the latest — IvPriene (1906) 55 + p. 310
See also:
| 1 | [— — — — — — —]Σ̣Ε[— — — — — — —] |
| [τὸ παρὰ τ]ῶν [Ἰ]ώ̣νων | |
| [ὑ]πὲρ τιμῶν Διο- | |
| νυσίωι Ἀμεινίου· | |
| 5 | ἐπὶ Ἀπολλοδώρου Βο- |
| ηδρομιῶνος, | |
| [ἔ]δοξε τῶι κοινῶι τῶν Ἰώνων πλὴν Χίων· | |
| ἐπειδὴ Διονύσιος Ἀμεινίου Πριηνεὺς | |
| ἀνὴρ ἀγαθός ἐστιν καὶ εὔνους τῶι κοινῶ[ι] | |
| 10 | τῶν Ἰώνων, χειροτονηθεὶς δὲ καὶ ὑπ[ὸ] |
| τῶν πολειτῶν ἱερεὺς βασιλέως Νικο- | |
| μήδου Ἐπιφανοῦς βασιλέως 〚[ω]ς〛 Προ[υσί]- | |
| ου πρῶτον μὲν τὴν θυσίαν συνετέλ[ε]- | |
| σεν καλὴν καὶ εὐσχήμονα, ἐπετέλεσέ[ν] | |
| 15 | τε τὴν πομπὴν ἀξίαν τοῦ τε τῶν Ἰώνω[ν] |
| συστέματος καὶ τοῦ βασιλέως, ὧι ἐ̣- | |
| πετέλει περὶ τῶν Ἰώνων τὰ ἐψη- | |
| φισμένα τίμια, βουθυτήσας δὲ ἐ- | |
| πιφανῶς καὶ τὰ κάλλιστα τοῖς Ἴωσιν | |
| 20 | καὶ Ῥωμαίοις κατευξάμενος ἐ[κά]- |
| λεσεν καὶ εἰς τὴν οἰκίαν αὐτοῦ | |
| τὴν ἰδίαν, μεταδιδοὺς σπονδῶ[ν] | |
| τε καὶ τῆς λοιπῆς φιλανθρωπίας, | |
| ἧς καθήκει {μεταδιδοὺς 〚[σπονδῶν]〛} | |
| 25 | {τε καὶ τῆς λοιπῆς φιλανθρωπ[ίας]} |
| {ἧς καθήκει} τυγχάνειν τοὺς ἔ[χον]- | |
| τας συγγενικὴν οἰκειότητ̣[α], | |
| τῆς συντελείας δὲ τῶν δε̣[όντων περι]- | |
| εχούσης παντάπασιν διαφό[ρων πλῆ]- | |
| 30 | θος οὐκ ὀλίον χωρὶς τῶν λ[— — — —], |
| οὐκ ὑπέθηκε τὰς δαπά̣να[ς, ἀλλ’ εἱστία]- | |
| σε τοὺς Ἴωνας μεγαλοπ̣[ρεπῶς, οὓς] | |
| μὲν ἐκ παρασκ<ε>υῆς, οὓς̣ [δὲ καὶ] | |
| ἑτοιμασάμενος ἃ δεῖ [παραχρῆμα] | |
| vac. | |