Honorific decree for Thrasyboulos.  Marble wall block, broken at the top and on the left.
[ ] Ionia — Priene — Sanct. of Athena — ca. 130-100 BC or later — IvPriene (1906) 104 + p. 310
See also:
1 [— — — — — — — — — — — — — — — — — —]ΙΚΕ[․․․]Λ[— — —]
[— — — — — — — — — — — τοὺς προ]σήκοντας Θρασυβούλ[ου]
[․․․ ὅπως οὖν καὶ ἡ προαίρεσις τ]οῦ δήμου διὰ παντὸς εὐχά[ριστος]
[οὖσα φαίνηται τοῖς τε πρὸ]ς ἑαυτὸν εὐεργετικῶς δια[κειμέ]-
5 [νοις καὶ τοῖς ἐκείνων ἀπ]ογόνοις, ἐψηφίσθαι Πριηνε[ῦσι τ][χηι]
[ἀγαθῆι· ἐπαινέσαι] κα̣<ὶ> στεφανῶσαι Θρασύβουλον [ἀρ]ε[τ]ῆς [ἕνε]-
[κεν καὶ εὐνοίας τῆς εἰς τὸν δῆμ]ον στεφάνῳ χρυσέωι· τετειμῆσθαι δὲ αὐτὸν καὶ
[εἰκόνι χαλκῆι· ὁμο]ίως δὲ ἔχειν ἐξουσίαν καὶ τοὺς λοιποὺς [τ]ο[ὺ]ς [βου]-
[λομένους στεφ]ανοῦν Θρασύβουλον· ἀκολουθῆσαι δὲ [τῆι ἐ]κ[φ]ο[ρᾶι τούς τε]
10 [παιδονόμου]ς μετὰ τῶν παίδων καὶ τὸν γυμνασίαρχον ἔχοντα [τ]ού[ς] τ[ε]
[ἐφήβους πάντα]ς καὶ τοὺς νέους καὶ τοὺς στρατηγοὺς μετὰ τῶν [ἄ]λ-
[λων πολιτ]ῶν· τῆς δὲ ἀναγγελίας τῶν στεφάνων τὴν ἐπιμέλειαν
[ποι]ή̣σ̣[ασ]θαι τὸν γραμματέα τῆς βουλῆς καὶ τοῦ δήμου καὶ τοὺς ἐπι-
[μηνί]ους [τῶν] στρατηγῶν· ἀναγράψαι δὲ καὶ τοὺς στεφανώσαν-
15 [τας] ὑπὸ τόδ[ε] τὸ ψήφισμα, ὁμοίως δὲ καὶ ἐπὶ τοῦ βήματος τῆς ἀνατε-
[θη]σομένης εἰκόνος, χάριν τοῦ τὴν περὶ ταῦτα φιλοτιμίαν τῆς
[πό]λεως εὔσημον ὑπάρχειν τοῖς κατοικο[ῦ]σ[ι] τήν τε πόλιν [καὶ τ]ὴν [χ]ώραν.
                   στεφανώσεις καὶ ἀναγγελίαι· «ὁ δῆμος στεφανοῖ
[Θρ]ασύβουλον τὸν υἱὸν τὸν Θρασυβούλου τοῦ Θρασυβούλου ἀρετῆς ἕνε-
20 [κε]ν̣ καὶ εὐνοίας τῆς εἰς ἑαυτόν».
Search Help
Contact Us