Honorary decree of demos of Priene for Thrasyboulos
Thrasyboulou; I (?); found at Priene: *IPriene 104 and p. 310;
**Wilhelm, WS 29, 1907, 17 (ll. 7-8).
| 1 | [—]ΙΚΕ[․c.3․]Λ[—] |
| [— προ]σήκοντας Θρασυβούλ[ωι] | |
| [․c.3․ ὅπως οὖν καὶ ἡ προαίρεσις τ]οῦ δήμου διὰ παντὸς εὐχά[ριστος] | |
| [οὖσα φαίνηται τοῖς τε πρὸ]ς ἑαυτὸν εὐεργετικῶς δια[κειμέ]- | |
| 5 | [νοις καὶ τοῖς ἐκείνων ἀπ]ογόνοις, ἐψηφίσθαι Πριηνε[ῦσι τ]ύ[χηι] |
| [ἀγαθῆι, ἐπαινέσαι] κα̣<ὶ>? στεφανῶσαι Θρασύβουλον [ἀρ]ε[τ]ῆς [ἕνε]- | |
| [κεν καὶ εὐνοίας τῆς εἰς τὸν δῆμ]ον στεφάνῳ χρυσέωι, τετειμῆσθαι δὲ αὐτὸν καὶ | |
| [εἰκόνι χαλκῆι, ὁμο]ίως δὲ ἔχειν ἐξουσίαν καὶ τοὺς λοιποὺς [π]ο[λίτ]α̣ς | |
| [τιμᾶν καὶ στεφ]ανοῦν Θρασύβουλον· ἀκολουθῆσαι δὲ [τῆι ἐ]κ[φ]ο[ρᾶι τούς τε] | |
| 10 | [παιδονόμου]ς μετὰ τῶν παίδων, καὶ τὸν γυμνασίαρχον ἔχοντα [τ]ού[ς] τ[ε] |
| [ἐφήβους πάντα]ς καὶ τοὺς νέους, καὶ τοὺς στρατηγοὺς μετὰ τῶν [πο]λ[ι]- | |
| [τῶν ἁπάντ]ων, τῆς δὲ ἀναγγελίας τῶν στεφάνων τὴν ἐπιμέλειαν | |
| [․c.2․ ποι]ή̣σ̣[ασ]θαι τὸν γραμματέα τῆς βουλῆς καὶ τοῦ δήμου καὶ τοὺς ἐπι- | |
| [μηνίους τ]οὺς [τῶν] στρατηγῶν, ἀναγράψαι δὲ καὶ τοὺς στεφανώσαν- | |
| 15 | [τας] ὑπὸ τόδ[ε] τὸ ψήφισμα· ὁμοίως δὲ καὶ ἐπὶ τοῦ βήματος τῆς ἀνατε- |
| [θη]σομένης εἰκόνος, χάριν τοῦ τὴν περὶ ταῦτα φιλοτιμίαν τῆς | |
| [πό]λεως εὔσημον ὑπάρχειν τοῖς κατοικο[ῦ]σ[ι] τήν τε πόλιν [καὶ τ]ὴν [χ]ώραν. | |
| στεφανώσεις καὶ ἀναγγελίαι· ὁ δῆμος στεφανοῖ | |
| [Θρ]ασύβουλον τὸν υἱὸν τὸν Θρασυβούλου τοῦ Θρασυβούλου ἀρετῆς ἕνε- | |
| 20 | [κε]ν̣ καὶ εὐνοίας τῆς εἰς ἑαυτόν. |