Honorific decree for three sitophylakes. Pedimental stele of blue marble, broken on the right and at the bottom.
[ ]
Ionia — Priene — Sanct. of Athena — prob. bef. 200 BC — GIBM III (1890) 413 — IvPriene (1906) 81
See also:
1 | ἔδοξε τῆι βουλῆι καὶ τῶι δήμωι· Εὐκ̣τί[της]? |
Ἀπολλωνίου εἶπεν· ἐπειδὴ αἱρεθέντες σ̣[ιτοφύλα]- | |
κες ὑπὸ τοῦ δήμου Ἡγησίας Θρασυβούλου, Φι[λίσκος] | |
Ἀπολλωνίου, Ζωΐλος Εὐαγόρου κοινὴν ἐπο[ιήσαν]- | |
5 | το τὴν ἀρχὴγ καὶ τοῦ τε σίτου καὶ [τ]ῶν ἄλλω[ν τῶγ] |
κατὰ τὴν ἀγορὰν τὴν σιτόπωλιν πωλουμέ̣[νων ἀεὶ] | |
τὴν ἐ<ν>δεχομένην ἐπιμέλειαν ἐποιήσα[ντο κατὰ] | |
τοὺς νόμους, τούς τε λόγους ἀπέδωκαν̣ [τῆς ἀρχῆς] | |
ὀρθοὺς καὶ δικαίους, ἐπηινῆσθαί τε Ἡγησίαν̣ [Θρασυβού]- | |
10 | λου, Φιλίσκον Ἀπολλωνίου, Ζωΐλον Εὐαγόρ[ου, διότι] |
ἦρξαν τὴν ἀρχὴν δικαίως καὶ κατὰ τοὺς ν̣[όμους, καὶ] | |
στεφανῶσαι αὐτῶν ἕκαστον στεφάνωι χρ̣[υσέωι τῶι] | |
ἐκ τοῦ νόμου καὶ ἀναγγεῖλαι αὐτῶν τοὺς σ[τεφάνους] | |
ἐν τῶι θεάτρωι τοῖ̣ς πρώτ̣οις Διονυσίοις̣ ἐ[ν τῶι ἀγῶνι] | |
15 | τῶι μουσικῶι, δηλοῦντας διὰ τῆ̣ς ἀναγγ̣[ελίας τὰς] |
αἰτίας δι’ ἃς στεφανοῦνται· τ̣[ῆς δὲ ἀναγγελίας ἐπι]- | |
μεληθῆναι τὸν ἀγωνοθέτ̣[ην· τὸ δὲ ψήφισμα τόδε ἀνα]- | |
γραψάτω ὁ νεωποίης [εἰς στήλην λιθίνην καὶ στη]- | |
σάτω ἐν τῶι ἱερῶι̣ [τῆς Ἀθηνᾶς]. |