Honorary decree of boule and demos (of Priene) for
s[itophyla]kes Hegesias Thrasyboulou et al.; c. 200 BC; found at
Priene: GIBM 413; *IPriene 81.
| 1 | ἔδοξε τῆι βουλῆι καὶ τῶι δήμωι· Εὐε̣τί[—] |
| Ἀπολλωνίου εἶπεν· ἐπειδὴ αἱρεθέντες σ̣[ιτοφύλα]- | |
| κες ὑπὸ τοῦ δήμου Ἡγησίας Θρασυβούλου, Φι[λίσκος] | |
| Ἀπολλωνίου, Ζωΐλος Εὐαγόρου κοινὴν ἐπο[ιήσαν]- | |
| 5 | το τὴν ἀρχὴγ καὶ τοῦ τε σίτου καὶ [τ]ῶν ἄλλω[ν τῶγ] |
| κατὰ τὴν ἀγορὰν τὴν σιτόπωλιν πωλουμέ̣[νων ἀεὶ] | |
| τὴν ἐγδεχομένην ἐπιμέλειαν ἐποιήσα[ντο κατὰ] | |
| τοὺς νόμους, τούς τε λόγους ἀπέδωκα[ν τῆς ἀρχῆς] | |
| ὀρθοὺς καὶ δικαίους, ἐπηινῆσθαί τε Ἡγησία[ν Θρασυβού]- | |
| 10 | λου, Φιλίσκον Ἀπολλωνίου, Ζωΐλον Εὐαγόρ[ου, διότι] |
| ἦρξαν τὴν ἀρχὴν δικαίως καὶ κατὰ τοὺς ν̣[όμους, καὶ] | |
| στεφανῶσαι αὐτῶν ἕκαστον στεφάνωι χ[ρυσέωι τῶι] | |
| ἐκ τοῦ νόμου, καὶ ἀναγγεῖλαι αὐτῶν τοὺς σ[τεφάνους] | |
| ἐν τῶι θεάτρωι τοῖ̣ς πρώ[τ]οις Διονυσίοι[ς] ἐ[ν τῶι ἀγῶνι] | |
| 15 | τῶι μουσικῶι, δηλοῦντας διὰ τ[ῆ]ς ἀναγγ[ελίας τὰς] |
| αἰτίας δι’ ἃς στεφανοῦνται· τ[ῆς δὲ ἀναγγελίας ἐπι]- | |
| μεληθῆναι τὸν ἀγωνοθέτ̣[ην· τὸ δὲ ψήφισμα τόδε ἀνα]- | |
| γραψάτω ὁ νεωποίης [εἰς στήλην λιθίνην καὶ στη]- | |
| σάτω ἐν τῶι ἱερῶι [τῆς Ἀθηνᾶς.] |