Three honorific decrees for the Seleucid officer Larichos. Stele of white marble, broken at the top.
[ ]
Ionia — Priene — Sanct. of Athena — 281-262 BC — GIBM III (1890) 415 — OGIS 1 (1903) 215 — IvPriene (1906) 18
| 29.1 | [— — — — — — — — — — — — — — — — — — — — — — εἰκό]- |
| [να] χαλκῆ[ν κ]αὶ στ̣ῆ̣σ̣αι [π]α̣[ρ]ὰ̣ [τ]ο̣[ὺ]ς̣ [β]α̣σ̣ιλεῖς Σ̣έ̣λε̣υκο[ν καὶ] | |
| [Ἀ]ντίοχον· δεδόσθαι δὲ αὐτῶι καὶ προεδρίαν ἐμ πᾶσι τοῖς ἀγῶ[σι] | |
| καὶ ἔφοδον ἐπὶ τὴμ βουλὴγ καὶ τὸν δῆμομ πρώτωι μετὰ τὰ ἱε[ρὰ] | |
| 5 | [κ]αὶ σίτησιν ἐμ πρυτανείωι καὶ ἐμ Πανιωνίωι καὶ ἀτέλειαν τ[οῦ] |
| σώματος καὶ ὧν ἂν εἰσάγηται ἢ ἐξάγηται εἰς τὸν ἴδιον οἶ[κον] | |
| καὶ ἐμ πολέμωι καὶ ἐν εἰρήνηι· ταῦτα δὲ ὑπάρχειγ καὶ αὐτῶι κ[αὶ] | |
| ἐκγόνοις· ἀναγγεῖλαι δὲ τὸν στέφανον Διονυσίοις τραγωιδῶ[ν] | |
| [τ]ῶι πρώτωι ἀγῶνι δηλοῦντας ἐν τῆι ἀναγγελίαι ὧν ἕνεκα τετ̣[ί]- | |
| 10 | [μ]ηται· τῆς δὲ ἀναγγελίας ἐπιμεληθῆ[ν]αι τὸν ἀγωνοθέτην· τ[ῆς] |
| δ̣ὲ κατασκευῆς τῶν εἰκόνωγ καὶ [τ]ῆς στάσεως, ὅπως συντ[ε]- | |
| λεσθήσονται κατὰ τάχος καὶ ξυμφερόντως, ἐπιμελεῖσθαι τ[οὺς] | |
| ἐ̣νεστῶτας ἀεὶ στρατηγούς· ἵνα δὲ α[ἵ] τε τιμαὶ αἱ δεδομέν[αι Λα]- | |
| ρίχωι ἐπιφανέστεραι ὦσιγ καὶ τῶν ἄλλων οἱ προαιρούμενο[ι τῆι] | |
| 15 | πόλει παρέχεσθαι τὰς χρεί[ας] θεωρῶσιν ὅτι ὁ δῆμος τοῖς κ[α]- |
| λ̣οῖς καὶ ἀγαθοῖς ἀνδράσιν ἐπίσταται χάριτας ἀποδιδόναι κατα- | |
| ξίας, ἀναγράψαι τόδε τὸ ψήφισμα ε[ἰ]ς στήλην λιθίνηγ καὶ στῆσαι | |
| παρὰ τὴν εἰκόνα· τὰ δὲ ἀναλώματα τὰ γενόμενα ὑπηρετεῖν | |
| ⸏τοὺς οἰκονόμους. vacat | |
| 30.1 | ἐπὶ στεφανηφόρου Ἱπποθῶντος, μηνὸς Μεταγειτνιῶνος· ἔδοξε τῶ[ι] |
| δήμωι· γνώμηι στρατηγῶν· περὶ τῶν τ̣[ι]μ̣ῶν τῶμ πρότερον ἐψηφισμέ- | |
| νων Λαρίχωι τὰ μὲν ἄλλα εἶναι καθ[ὼς] πρότερον ὁ δῆμος ἐψήφιστ[αι]· | |
| στῆσαι δὲ Λαρίχου εἰκόνα χαλκῆν ἐφ’ ἵππου ἐν τῆι ἀγορᾶι ἀντὶ τῆς | |
| 5 | πρότερον ἐψηφισμένης αὐτῶι· ὑπάρχειν δὲ Λαρίχωι ἀτέλειαγ καὶ τῶ[γ] |
| κτηνῶγ καὶ τῶν σωμάτων ὅσα ἂν ὑπάρχηι ἔν τε τ̣οῖς ἰδίοις κτήμασ[ι] | |
| καὶ ἐν τῆι πόλει, ὅπως ἂμ φαίνηται ὁ δῆμος χάριτας ἀποδιδοὺς | |
| ⸏Λαρίχωι τῶν εὐεργετημάτων ἀξίας. vacat | |
| 31.1 | ἐπὶ στεφανηφόρου Ἀκάμαντος, μηνὸς Ἀπατουριῶνος· Ἀναξίλα[ς] |
| Λυκιδέως εἶπεν· ὅπως ἂν αἱ ἐψηφισμέναι ὑπὸ τοῦ δήμου τι- | |
| μαὶ Λαρίχωι ἀναγραφῶσιν εἰς στήλην λιθίνηγ καὶ σταθῆι ἡ στή- | |
| λη ἐν τῶι ἱερῶι τῆς Ἀθηνᾶς, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· τὸν̣ | |
| 5 | νεωποίην Λεωμέδοντα ἀπεγδοῦναι ὅπως στήλη τε κατα- |
| σκευασθῆι καὶ ἀναγραφῆι εἰς αὐτὴν τὰ ψηφίσματα τὰ ἐψηφισ- | |
| μένα ὑπὸ τοῦ δήμου ὑπὲρ τιμῶν Λαρίχωι καὶ σταθῆι ἡ στήλη ἐν τῶ[ι] | |
| ἱερῶι τῆς Ἀθηνᾶς· τὸ δὲ γενόμενον εἰς τ̣αῦτα ἀνάλωμα ὑπηρετῆ̣- | |
| σαι τὸν νεωποίηγ καὶ ἀνενεγκεῖν τῆι πόλει ἐλ λόγωι. |