Honorific decree for Euandros of Thessalian Larisa.  Stele, in two fragments, broken at the top; the lower fragment (ll. 14-31) now missing.
[ ] Ionia — Priene — Sanct. of Athena — ca. 300-250 BC — IvPriene (1906) 12
1 [․․․․․․․․․ τὰ μ]ὲν ἄλλα καθότι κα[ὶ] ἔ̣μ[προσθεν ἡ]
[στήλη ἦν γεγρα]μμένη· δοῦναι δ’ αὐτῶι καὶ [πρ][ς]
[τοῖς τιμίοις τ]οῖς ἔμπροσθε δεδομένοις καὶ ἐν
[Πανιωνί]ωι σίτησιν καὶ ἐν τιμουχίωι ἐπειδὰν αἱ
5 [συναρχίαι συν]ῶσι[ν] ἀπὸ δημοσίας· εἶναι δὲ ταῦτα̣
[πάντα αὐτ]ῶι καὶ ἐκγόνοις εἰς ἅπαντα τὸγ χρόνον·
[ἐὰν δέ τις περὶ τ]ού[το]υ τοῦ ψηφίσματος ἢ τῆς στή̣-
[λης τῆς νῦν ἀ]πο[κα]θισταμένης ἢ ἄρχων προτιθῆι
[ἢ ἰδιώτης, συ]γ[κα]ταλύειν βουλόμενος τὴν δωρε-
10 [ὰν τοῦ δή]μου, ἄ̣[κ]υρα ἔσ̣τ̣ω· [τ]ὸ δὲ ψήφισμα τὸ γεγραμ-
[μένον καὶ αἱ δ]ωρεαὶ τοῦ δήμου κύριαι Εὐάνδρωι
[καὶ τοῖς ἐκγ][ν]ο[ις] κατὰ τὰ γε̣γραμμένα ἔστωσα[ν]
[καὶ οἰκοῦντι] ἐμ Πριήνηι καὶ ἀποικοῦντ[ι].
                          vacat
14 ἔδοξε τῆι βουλῆι καὶ τῶι δήμωι· γνώμη συνέδρω[ν]·
15 [ἐπειδ]ὴ Εὔανδρος Σαβύλλου Θεσσαλὸ[ς ἐ]γ̣ Λα̣ρ[ί]-
[σης ἰδίαι] τε περὶ το̣[ὺς ἐντυγχά]ν̣οντας [αὐτῶι τῶμ]
[πολιτῶν καὶ κοινῆι] περὶ τ̣ὴ̣[μ] πό[λιν ἀνὴρ ἀγαθὸς]
[ὢν διατετέλεκεν, συγ]κατασκευάζων ὅ τι ἂν [δύνηται]
[χρήσιμον, δε]δόχθαι τῶι δήμωι· εἶναι αὐτὸν πρόξενο[ν]
20 [καὶ εὐεργέτη]ν τοῦ δήμου τοῦ Πριηνέων· δεδόσθαι [δὲ]
[αὐτῶι καὶ πο]λιτείαν καὶ ἐπὶ φυλὴν ἐπικληρῶσαι καὶ
[μετουσίαν] ἱερῶ[ν] κα̣ὶ ἀ̣ρχ[ε]ίων ὧγ καὶ Πριηνεῖς οἱ ἄλλο[ι]
[καὶ ἔγκτησιν] γῆς ψιλῆς καὶ δενδρείτιδος καὶ οἰκί[α]ς
[καὶ ἀτέλειαμ π]άντωμ πλὴγ γῆς μερίδος καὶ ἄφιξιν
25 [εἰς τὴμ πόλ]ι[γ κα]ὶ τὴ̣γ χώραν καὶ κατὰ γῆγ καὶ κατὰ θά-
[λασσαν α][τῶι καὶ] χρήμασιν, καὶ εἰσαγωγὴν καὶ ἐξαγω-
[γὴμ] πάντ[ων ἀσ]πονδεὶ καὶ ἀσυλεὶ καὶ ἐμ πολέμωι καὶ
[ἐν] ε[ἰ]ρήν[ηι καὶ π]ροεδρίαν ἐν τοῖς ἀγῶσι καὶ σίτησι[ν]
[ἐμ] πρυ[τανεί]ωι καὶ ἔφο[δ]ον ἐπὶ [τ]ὰς̣ [ἀ]ρχὰ̣ς καὶ τὸν̣ δῆμο[ν]
30 [με]τὰ τ[ὰ ἱερὰ] π[ρ]ώτωι· ταῦτα δὲ εἶνα̣ι α̣ὐτῶι καὶ ἐκγόνο[ις]·
[ἐπιγράψαι δὲ εἰς] τὴν στήλην τὴ̣μ φυλὴ[ν][φ’] ἣν ἂ[ν] ἐπικληρω[θῆι].
Search Help
Contact Us