2nd honorary decree of boule and demos of Priene for
Euandros Sabyllou of Larisa in Thessaly; 296/286 (?) BC; found at
Priene: *IPriene 12, ll. 14-31; **Holleaux, BCH 31, 1907, 382-3
(ll. 18-9, 22-3); Wilhelm, WS 29, 1907, 3-5.
14 | ἔδοξε τῆι βουλῆι καὶ τῶι δήμωι, γνώμη συνέδρω[ν·] |
15 | [ἐπειδ]ὴ Εὔανδρος Σαβύλλου Θεσσαλὸ[ς ἐ]γ̣ Λα̣ρ[ί]- |
[σης ἰδίαι] τε περὶ το̣[ὺς ἐντυγχά]ν̣οντας [αὐτῶι τῶμ] | |
[πολιτῶν καὶ κοινῆι] περὶ τ̣ὴ̣[μ] πό[λιν ἀνὴρ ἀγαθὸς] | |
[διατελεῖ, συγ]κατασκευάζων ὅ τι ἂν [δύνηται] | |
[χρήσιμον, δε]δόχθαι τῶι δήμωι· εἶναι αὐτὸν πρόξενο[ν] | |
20 | [καὶ εὐεργέτη]ν τοῦ δήμου τοῦ Πριηνέων, δεδόσθαι [δὲ] |
[αὐτῶι καὶ πο]λιτείαν καὶ ἐπὶ φυλὴν ἐπικληρῶσαι καὶ | |
[μετουσίαν] ἱερῶ[ν] κα̣ὶ ἀ̣ρχ[ε]ίων ὧγ καὶ Πριηνεῖς οἱ ἄλλο[ι] | |
[καὶ ἔγκτησιν] γῆς ψιλῆς καὶ δενδρείτιδος καὶ οἰκί[α]ς, | |
[καὶ ἀτέλειαμ π]άντωμ πλὴγ γῆς μερίδος, καὶ ἄφιξιν | |
25 | [εἰς τὴμ πόλ]ι[γ κα]ὶ τὴ̣γ χώραν καὶ κατὰ γῆγ καὶ κατὰ θά- |
[λασσαν α]ὐ[τῶι καὶ] χρήμασιν καὶ εἰσαγωγὴν καὶ ἐξαγω- | |
[γὴμ] πάντ[ων ἀσ]πονδεὶ καὶ ἀσυλεὶ καὶ ἐμ πολέμωι καὶ | |
[ἐν] ε[ἰ]ρήν[ηι καὶ π]ροεδρίαν ἐν τοῖς ἀγῶσι καὶ σίτησι[ν] | |
[ἐμ] πρυ[τανεί]ωι καὶ ἔφο[δ]ον ἐπὶ [τ]ὰς̣ [ἀ]ρχὰ̣ς καὶ τὸν̣ δῆμο[ν] | |
30 | [με]τὰ τ[ὰ ἱερὰ] π[ρ]ώτωι· ταῦτα δὲ εἶνα̣ι α̣ὐτῶι καὶ ἐκγόνο[ις·] |
[ἐπιγράψαι δὲ εἰς] τὴν στήλην τὴ̣μ φυλὴ[ν] ἐ[φ’] ἣν ἂ[ν] ἐπικληρω[θῆι.] |