Honorific decree for Theodoros of Miletos.  Marble stele, damaged on the right.
[ ] Ionia — Priene — Sanct. of Athena — ca. 330-300 BC — IvPriene (1906) 7
See also:
1 [ἐπὶ στεφανηφόρου ․․․․․]Δ̣ΡΟ̣Λ̣Ι̣Ν̣,
[μηνὸς Μεταγ]ειτνιῶνος, ἐν ἀρχαιρεσί̣-
[αις, κυρίου συ]λλόγου γενομένου,
[Πριηνέων α]ὐτονόμω[ν] ὄ̣ν̣τ̣ων, ΓΟ[․․]
5 [․․․․․․․․․]ν· ἐπ[ειδὴ Θεόδωρος Ἀρι]-
σ̣τογένους Μιλή[σιος ἀνὴρ ἀγαθὸς ὢν]
[κοι]νῆι τε τῆι πό[λει χρήσιμός ἐστιν],
[ἰδίαι τε] τοῖς ἀπα[ντῶσιν χρείας παρέ]-
[χ]ε̣τ̣α̣ι̣, δεδ[όχ]θα[ι τῶι δήμωι· ἐπηινῆ]-
10 [σθα]ι Θεόδωρον ἐ[φ’ ἧι ἔχει εὐνοίαι· ὑπάρ]-
χειν δὲ αὐτῶι καὶ [ἔγκτησιγ γῆς καὶ οἰ]-
κίας καὶ ἀτέλεια[ν ὧν ἂν εἰσάγηι ἢ ἐξ]-
άγηι εἰς τὸν ἴδιον [οἶκον καὶ ἔκπλουν]
καὶ εἴσπλουν καὶ ἐ[μ πολέμωι καὶ ἐν]
15 εἰρή̣νηι ἀσυλεὶ κα̣[ὶ ἀσπονδεὶ καὶ ἱε]-
[ρ]ῶγ καὶ ἀρχείωμ μ[ετουσίαγ καὶ πρόσ]-
οδομ πρὸς τὴμ βο[υλὴγ καὶ τὸν δῆμον]
πρώτωι μετὰ τὰ ἱε[ρὰ καὶ προεδρίαν]
ἐν τοῖς ἀγῶσι καὶ [ἐμ πρυτανείωι σίτη]-
20 σιν· ταῦτα δὲ ὑπάρ[χειν καὶ αὐτῶι καὶ]
ἐκγόνοις· τὸ δὲ ψή[φισμα τόδε ἀνα]-
γράψαι εἰς στήλη[ν λιθίνηγ καὶ]
στῆσαι εἰς τὸ ἱερὸ[ν τῆς Ἀθηνᾶς].
       vacat
Search Help
Contact Us