Honorific decree for Theodoros of Miletos. Marble stele, damaged on the right.
| 1 | [ἐπὶ στεφανηφόρου ․․․․․]Δ̣ΡΟ̣Λ̣Ι̣Ν̣, |
| [μηνὸς Μεταγ]ειτνιῶνος, ἐν ἀρχαιρεσί̣- | |
| [αις, κυρίου συ]λλόγου γενομένου, | |
| [Πριηνέων α]ὐτονόμω[ν] ὄ̣ν̣τ̣ων, ΓΟ[․․] | |
| 5 | [․․․․․․․․․]ν· ἐπ[ειδὴ Θεόδωρος Ἀρι]- |
| σ̣τογένους Μιλή[σιος ἀνὴρ ἀγαθὸς ὢν] | |
| [κοι]νῆι τε τῆι πό[λει χρήσιμός ἐστιν], | |
| [ἰδίαι τε] τοῖς ἀπα[ντῶσιν χρείας παρέ]- | |
| [χ]ε̣τ̣α̣ι̣, δεδ[όχ]θα[ι τῶι δήμωι· ἐπηινῆ]- | |
| 10 | [σθα]ι Θεόδωρον ἐ[φ’ ἧι ἔχει εὐνοίαι· ὑπάρ]- |
| χειν δὲ αὐτῶι καὶ [ἔγκτησιγ γῆς καὶ οἰ]- | |
| κίας καὶ ἀτέλεια[ν ὧν ἂν εἰσάγηι ἢ ἐξ]- | |
| άγηι εἰς τὸν ἴδιον [οἶκον καὶ ἔκπλουν] | |
| καὶ εἴσπλουν καὶ ἐ[μ πολέμωι καὶ ἐν] | |
| 15 | εἰρή̣νηι ἀσυλεὶ κα̣[ὶ ἀσπονδεὶ καὶ ἱε]- |
| [ρ]ῶγ καὶ ἀρχείωμ μ[ετουσίαγ καὶ πρόσ]- | |
| οδομ πρὸς τὴμ βο[υλὴγ καὶ τὸν δῆμον] | |
| πρώτωι μετὰ τὰ ἱε[ρὰ καὶ προεδρίαν] | |
| ἐν τοῖς ἀγῶσι καὶ [ἐμ πρυτανείωι σίτη]- | |
| 20 | σιν· ταῦτα δὲ ὑπάρ[χειν καὶ αὐτῶι καὶ] |
| ἐκγόνοις· τὸ δὲ ψή[φισμα τόδε ἀνα]- | |
| γράψαι εἰς στήλη[ν λιθίνηγ καὶ] | |
| στῆσαι εἰς τὸ ἱερὸ[ν τῆς Ἀθηνᾶς]. | |
| vacat | |