Honorific decree for Megabyxos. Stele, broken into three fragments.
[ ]
Ionia — Priene — Sanct. of Athena — 334-323 BC — IvPriene (1906) 3 + p. 308 — Syll.³ 282 II
See also:
1 | [ἔ]δοξε τῆι βουλῆι καὶ τῶ̣ι δήμ[ωι]· |
[ἐπ]ὶ στεφανηφόρου Φορμίωνος, μηνὸς Μετ[αγει]- | |
[τν]ι[ῶ]νος τετράδι ἱσταμένου, τιμαιρεσίαις, [ἐν κυρίωι] | |
[σ]υλλόγωι, Πριηνέων αὐτονόμων ἐόντων· Μεγ̣[άβυξον] | |
5 | [Μ]εγαβύξου πε[ρί] τε τὰ ἄλλα πρόθ̣υμον ἐόν[τα καὶ] |
εὔνουν τῶι δήμωι καὶ περὶ τοῦ ναοῦ τῆς [Ἀθηνᾶς] | |
τὴν συντέλεσιν πᾶσαν προθυμίαν π[αρασχόμε]- | |
ν̣ον ἐστεφανῶσθ̣αι ὑπὸ τοῦ δήμου χρυ[σ]ῶι στε[φάνωι] | |
καὶ εἰκόνι χαλκῆι ὡς καλλίστηι· καὶ εἶναι αὐ[τ]ὸν πρόξ̣[ενον] | |
10 | καὶ εὐεργέ̣την τοῦ δήμ̣ου· δεδόσθ̣αι δὲ α̣ὐτῶι ἀτ[έλειαν] |
μὲν καὶ τὰ ἄλλα καθότι καὶ τοῖς ἄλλοις π̣ροξένοι[ς καὶ] | |
εὐεργέταις, γῆς δὲ ἔγκτησιν ἄχρι τα̣λ̣άντων π̣[έντε], | |
ἀπεχούσης τῶν ὅρων τῶμ πρὸς τ[ὴ]ν Ἐφεσίη[ν μὴ ἐ]- | |
λάσσονι σταδίων δέκα̣· τῶν δὲ κ[τ]ημάτων ὧν [οἱ Πε]- | |
15 | διεῖς κέκτηνται μὴ εἶνα̣ι α̣ὐτῶι κτ̣[ή]σασθαι· εἶν[αι δὲ] |
[α]ὐτῶι καὶ ἐμ πρυτανείωι σίτησ[ιν]· τὸν δὲ ἀνδ[ριάν]- | |
[τ]α̣ ἐγδοῦναι μετὰ Μεγαβύξου̣ τοὺς νομοφύ[λακας] | |
[το]ὺς νομοφυλακοῦντας μῆ[ν]α Βοηδρομιῶ[να καὶ] | |
[Πυ]ανοψιῶνα ἐπὶ στεφανηφόρο[υ] Διοφάνευς· σ[τῆσαι] | |
20 | δὲ τὸν ἀνδριάντα ἐν τῶι ἱερῶι [τῆ]ς Ἀθηνᾶς πρὸ [τοῦ με]- |
τωπίου τοῦ ναοῦ καὶ στήλην π̣[αρα]στῆσαι τοὺ[ς νομο]- | |
φύλακας ἀναγράψαντας τόδ[ε τὸ ψ]ήφισμα· τὸ δ[ὲ ἀνά]- | |
λωμα εἰς τὸν ἀνδριάντα καὶ τ[ὴν] σ̣τήλην ὑπηρ[ετῆσαι] | |
τοὺς νεωποίας Ἄδμητον καὶ [Ἡρ]ᾶδα· τὰς δὲ δω[ρεὰς] | |
25 | τὰς δεδομένας αὐτῶι ἀνα[γγ]εῖλαι τὸγ κήρυ[κα τοῖς] |
Διονυσίοις, ὅπως εἰδῶσι πά[ντ]ε̣ς ὅτι δύναται ὁ [δῆμος] | |
ὁ Πριηνέων ἀπο[δ]ιδόναι χάρι[τας] τοῖς εὖ ποιοῦσιν [αὑτόν]· | |
ἀ̣τελὴς δὲ ἔστω καὶ τοῦ [δι]α̣γωγίου καὶ ἐμφ[ορβίου]. | |