Honorary decree of boule and demos of Priene for Megabyxos
Megabyxou of Ephesos; c. 334 BC; found at Priene: *IPriene 3;
Syll3 282II; **Wackernagel, Hermes 58, 1923, 462-4 (ll. 4, 5,
17).
| 1 | [ἔ]δοξε τῆι βουλῆι καὶ τῶ̣ι δήμ[ωι,] |
| [ἐπ]ὶ στεφανηφόρου Φορμίωνος, μηνὸς Μετ[αγει]- | |
| [τν]ι[ῶ]νος τετράδι ἱσταμένου, τιμαιρεσίαις [ἐν κυρίωι] | |
| [σ]υλλόγωι, Πριηνέων αὐτονόμων ἐόντων· Μεγ̣[άβυξον] | |
| 5 | [Μ]εγαβύξου πε[ρί] τε τὰ ἄλλα πρόθ̣υμον ἐόν[τα καὶ] |
| εὔνουν τῶι δήμωι καὶ περὶ τοῦ ναοῦ τῆς [Ἀθηνᾶς] | |
| τὴν συντέλεσιν πᾶσαν προθυμίαν π[οιησάμε]- | |
| ν̣ον ἐστεφανῶσθαι ὑπὸ τοῦ δήμου χρυ[σ]ῶι στε[φάνωι] | |
| καὶ εἰκόνι χαλκῆι ὡς καλλίστηι, καὶ εἶναι αὐ[τ]ὸν πρόξ̣[ενον] | |
| 10 | καὶ εὐεργέ̣την τοῦ δήμ̣ου, δεδόσθ̣αι δὲ α̣ὐτῶι ἀτ[έλειαν] |
| μὲν καὶ τὰ ἄλλα καθότι καὶ τοῖς ἄλλοις π̣ροξένοι[ς καὶ] | |
| εὐεργέταις, γῆς δὲ ἔγκτησιν ἄχρι τα̣λ̣άντων π̣[έντε,] | |
| ἀπεχούσης τῶν ὅρων τῶν πρὸς τ[ὴ]ν Ἐφεσίη[ν μὴ ἐ]- | |
| λάσσονι σταδίων δέκα̣· τῶν δὲ κτ̣[η]μάτων ὧν [οἱ Πε]- | |
| 15 | διεῖς κέκτηνται μὴ εἶνα̣ι α̣ὐτῶι κτ̣[ή]σασθαι· εἶν[αι δὲ] |
| [α]ὐτῶι καὶ ἐμ πρυτανείωι σίτησ[ιν,] τὸν δὲ ἀνδ[ριάν]- | |
| [τ]α̣ ἐγδοῦναι μετὰ Μεγαβύξου̣ τοὺς νομοφύ[λακας] | |
| [το]ὺς νομοφυλακοῦντας μῆ[ν]α Βοηδρομιῶ[να καὶ] | |
| [Πυ]ανοψιῶνα ἐπὶ στεφανηφόρο[υ] Διοφάνευς· σ[τῆσαι] | |
| 20 | δὲ τὸν ἀνδριάντα ἐν τῶι ἱερῶι [τῆ]ς Ἀθηνᾶς πρὸ [τοῦ με]- |
| τωπίου τοῦ ναοῦ καὶ στήλην π̣[αρα]στῆσαι τοὺ[ς νομο]- | |
| φύλακας ἀναγράψαντας τόδ[ε τὸ ψ]ήφισμα, τὸ δ[ὲ ανά]- | |
| λωμα εἰς τὸν ἀνδριάντα καὶ τ[ὴν] σ̣τήλην ὑπηρ[ετῆσαι] | |
| τοὺς νεωποίας Ἄδμητον καὶ [․․]ᾶδα· τὰς δὲ δω[ρεὰς] | |
| 25 | τὰς δεδομένας αὐτῶι ἀνα[γγ]εῖλαι τὸγ κήρυ[κα τοῖς] |
| Διονυσίοις, ὅπως εἰδῶσι πά[ντ]ε̣ς ὅτι δύναται ὁ [δῆμος] | |
| ὁ Πριηνέων ἀπο[δ]ιδόναι χάρι[τας] τοῖς εὖ ποιοῦσιν [αὐτόν·] | |
| ἀ̣τελὴς δὲ ἔστω καὶ τοῦ [ἐξα]γωγίου καὶ ἐμφ[—] |