Posthumous honorific inscription for C. Iulius Epikrates. Round base of whitish gray marble.
[ ]
Ionia — Miletos — mid-1st c. AD — MDAI(I) 44 (1994) 206-219 — SEG 44.938 — AnnÉp (1994) 1650
1 | [Γ]άϊον Ιούλιον Ἐπικράτη ἥρωα φιλόπατριν, πατέρα |
[Ἰ]ουλίας [τῆς θε]ίης Γν(αίου) Οὐεργιλίου Καπίτωνος, | |
φίλον [— c.5-7 —]ον γενόμενον Αὐτοκράτορος | |
Καίσα[ρος θε]οῦ υἱοῦ θεοῦ Σεβαστοῦ καὶ αἰτη- | |
5 | σάμεν[ον τή]ν τε ἀσυλίαν τοῦ Ἀπόλλωνος καὶ |
τὴν ἀπ[ο]γ̣α̣ι̣[ου]μένην χώραν ὑπὸ τοῦ Μαιάνδρου | |
καὶ τοὺς γαι̣ε̣ῶνας καὶ τὴν̣ ἀ[τ]έ̣λ̣ειαν τῶν Διδυ- | |
μείων καὶ τῶν νήσων, ἀρχιερέα Ἀσίας καὶ τῶν | |
Ἰώνων διὰ βίου καὶ ἀγωνοθέτην διὰ βίου καὶ | |
10 | γυμνασίαρχον πάντων τῶν γυμνασίων |
καὶ πάσας τὰς λειτουργίας ἐπιτελέσαν- | |
τα καὶ διά τε λόγων καὶ ἔργων καὶ ἀναθη- | |
μάτων καὶ δωρεῶν κοσμήσαντα τὴν πα- | |
τρίδα καὶ ἐπιχ[ορηγή]σαντα, εὐεργέτην | |
15 | τῆς πόλεως κ[αθὼ]ς τὰ περὶ αὐτοῦ ψη- |
φίσματα περιέχει. | |
vacat | |
17 | Γάϊος Ἰούλιος Διαδούμενος |
τὸν ἀνδριάντα ἐμπρησμῷ διαφορη- | |
θέντα ἐν τῷ γυμνασίῳ ἐπισκευάσας | |
20 | ἀποκατέστησε |
α̣ἰ̣τ̣ησάμενος ἀπὸ τῆς βουλῆς ψήφισμα | |
περὶ τούτου. |