Posthumous honorific inscription for C. Iulius Epikrates.  Round base of whitish gray marble.
[ ] Ionia — Miletos — mid-1st c. AD — MDAI(I) 44 (1994) 206-219 — SEG 44.938 — AnnÉp (1994) 1650
1 [Γ]άϊον Ιούλιον Ἐπικράτη ἥρωα φιλόπατριν, πατέρα
[Ἰ]ουλίας [τῆς θε]ίης Γν(αίου) Οὐεργιλίου Καπίτωνος,
φίλον [— c.5-7 —]ον γενόμενον Αὐτοκράτορος
Καίσα[ρος θε]οῦ υἱοῦ θεοῦ Σεβαστοῦ καὶ αἰτη-
5 σάμεν[ον τή]ν τε ἀσυλίαν τοῦ Ἀπόλλωνος καὶ
τὴν ἀπ[ο]γ̣α̣ι̣[ου]μένην χώραν ὑπὸ τοῦ Μαιάνδρου
καὶ τοὺς γαι̣ε̣ῶνας καὶ τὴν̣ ἀ[τ]έ̣λ̣ειαν τῶν Διδυ-
μείων καὶ τῶν νήσων, ἀρχιερέα Ἀσίας καὶ τῶν
Ἰώνων διὰ βίου καὶ ἀγωνοθέτην διὰ βίου καὶ
10 γυμνασίαρχον πάντων τῶν γυμνασίων
καὶ πάσας τὰς λειτουργίας ἐπιτελέσαν-
τα καὶ διά τε λόγων καὶ ἔργων καὶ ἀναθη-
μάτων καὶ δωρεῶν κοσμήσαντα τὴν πα-
τρίδα καὶ ἐπιχ[ορηγή]σαντα, εὐεργέτην
15 τῆς πόλεως κ[αθὼ]ς τὰ περὶ αὐτοῦ ψη-
         φίσματα περιέχει.
                         vacat
17        Γάϊος Ἰούλιος Διαδούμενος
τὸν ἀνδριάντα ἐμπρησμῷ διαφορη-
θέντα ἐν τῷ γυμνασίῳ ἐπισκευάσας
20                ἀποκατέστησε
α̣ἰ̣τ̣ησάμενος ἀπὸ τῆς βουλῆς ψήφισμα
                 περὶ τούτου.
Search Help
Contact Us