IG II² 1304
[ ] Att. — non-stoich. 43-53 — p. post 211/10 a.
See also:
θεοί.
1 ἔδοξεν Ἀθηναίων τοῖς τεταγμέ[νοι]ς ἐ[ν Ἐλευ]σῖνι καὶ Πανάκτωι κ[αὶ]
Φυλεῖ καὶ τοῖς ὑπαίθροις· [ἐπε]ιδὴ Δ[ημ]αίνετος διατελεῖ εὔ-
νους ὢν τῶι δήμωι καὶ εἰς [ὅσ]ας αὐτὸν λ[ειτ]ουργίας κεχειροτόνη-
κεν καλῶς καὶ ἐνδόξως ἐξῆχεν καὶ πρός τ[ε τ]ὸ κοινὸν τῶν Αἰτωλῶν
5 πλεονάκις ἐπρέσβευσεν̣, [ὁ]μοίως δὲ καὶ π[ρὸ]ς τὸν βασιλέα Φίλιππον,
ὅπως ἂν παρ ἑκατέρων τῶι [δ]ήμωι ἥ τε φιλί[α κ]αὶ ἡ εἰρήνη διατηρῆ-
ται καὶ μηδ ὑ[φ] ἑνὸς περι[σ]πωμένη ἡ πόλις [ἀ]ποκατασταθεῖ εἰς
τὴν ἐξ ἀρχῆς εὐδαιμονίαν, οὔτε κακοπά[θι]αν οὐδεμίαν οὔτε κί[ν]-
δυνον ὑποστελλόμενος ἀλλὰ καὶ λόγωι κ[α]ὶ ἔργωι τὰ συμφέρον-
10 τα πρ̣άττων τεῖ πατρίδι, ἀνθ ὧν αὐτὸν ὁ δῆ[μ]ος ἐπείνεσέν τε πλεο-
νάκις καὶ ἐστεφάνωσεν χρυσῶι στεφάνωι, χάριν ἀξίαν ἀποδιδοὺς
[τῶ]ν ε[ὐ]εργεσιῶν τῶν εἰς ἑαυτόν· χειροτον[η]θεὶς δὲ στρατηγὸς
ἐπὶ τὴν χώραν τὴν ἐπ Ἐ[λε]υσῖνος τὸ μὲν [πρῶτον ἐπὶ Χ]αιρεφῶντος
ἄρχοντος καλῶς κα[ὶ ἀξί]ως αὑτοῦ ἐξ̣[ήγαγεν] τὴν [ἀρχὴν το]ῖς τε
15 νόμοις [ἀκο]λούθως [καὶ] τοῖς ψηφίσμ[ασιν καὶ] πᾶσαν πρόνοιαν π[οι]-
ούμενος [καὶ] ἐπιμ[έλ]ειαν τοῦ [μη]θ[ὲν μηδαμο]ῦ ἀδίκημα μήτε ἐ[ν]
τεῖ χώραι μ[ήτ] ἐν̣ τοῖς φρουρίοις γε[νέσθαι]· ὡσαύτως δὲ καὶ πά-
λιν χειροτ[ον]ηθεὶς τὸ δεύτερον ἐπὶ [τὴν αὐ]τὴν χώραν ἐπὶ Διο-
κλέους ἄρχ[ο]ντος διετέλεσεν ὑπερτιθέ[με]νος ἑαυτὸν τεῖ τ[ε]
20 πρὸς τὴν φυλακὴν ἐπιμελείαι καὶ τεῖ π[ρὸς τ]οὺς ὑφ ἑαυ[τὸν τε]-
ταγμένους [φι]λοτιμίαι· χειροτονηθεὶς [δὲ] καὶ τὸ τρίτον στρα-
τηγὸς ἐπὶ τὴ[ν] χώραν τὴν ἐπ Ἐλευσῖνος ἐ[πὶ] Αἴσχρωνος ἄρχον-
τος τῆς τε [φυ]λακῆς ἐφρόντισεν τῆς χώρ[α]ς κ[α]ὶ τῶν φρουρίω[ν]
καθάπερ [καὶ ἐ]ν τοῖς ἔνπρο[σ]θε χ[ρ]όνοις· γινομένης δὲ καὶ
25 τῆς πανη[γύρε]ως τῶν Ἐλευσ[ι]νίω[ν] τῶμ μεγάλων ἐν τοῖς ἔτε-
σιν οἷς ἐστρατήγηκεν, ἔθυσεν ταῖς θεαῖς μετὰ τῶν ἐξ Ἐ-
λευσῖνος περὶ τ[ῆ]ς τοῦ δήμου σωτηρίας· ἐπεμελήθη δὲ καὶ
τῆς τῶν μυστηρίων [τελ]ετῆς καθ ἑκάστην στρατηγίαν, ὅπως
μετὰ πάσης ἀσφαλε[ίας] συντελεσθεῖ· διετέλεσεν δὲ καὶ
30 πρὸς τοὺς ὑφ ἑαυτὸν [τετα]γμένους τῶν πολιτῶν ἴσον αὑτὸν
παρασκευάζων ἐν πᾶ[σι κα]ὶ 〚καὶ〛 ἀδωροδόκη[τ]ον· ἐπεμε-
λήθη δὲ καὶ τῆς τῶν ὀ[ψωνίων δ]ιαδόσεως, σῖτόν τε παρατι-
θέμενος ἐξ ἑτοίμου ὅ[πως ἔχ]ωσιν ὡς λυσιτελέστατ[ο]ν,
καὶ ἐν πᾶσι τοῖς ἔτεσι[ν αὐ]τοῖς προδιδοὺς ἀργύριον εἰς
35 ἐσθῆτα, ἀεὶ προνοούμενο[ς τ]ῶν ὑφ αὑτὸν τεταγμένων τῆς
εὐσχημοσύνης, καὶ εἰς ταῦ[τ]α οὐκ ὀλίγα ἐκ τῶν ἰδίων ἀνα-
λίσκων, καὶ κοινεῖ πᾶσιν εὐχρηστῶν καὶ ἰδίαι ἑκάστου
φροντίζων· ὅπως ἂν οὖν καὶ Ἀ[θ]ηναίων οἱ τεταγμένοι ἐν
τοῖς φρουρίοις φαίνωνται τιμῶντες τοὺς εἰς τὸν δῆ-
40 μον φιλοδοξοῦντας καὶ εἰς ἑαυτοὺς φιλοτιμουμένους,
ἀγαθεῖ τύχει, δεδόχθαι τοῖς τετ[α]γμένοις τῶν πολιτῶν
ἐν Ἐλευσῖνι καὶ Πανάκτωι κ[αὶ Φυ]λεῖ καὶ τοῖς ὑπαίθροις,
ἐπαινέσαι Δημαίνετον Ἑρμ[οκλέου]ς Ἀθμονέα καὶ στεφα-
νῶσαι αὐτὸν χρυσῶι στεφάνω[ι κατὰ] τὸν νόμον καὶ εἰκό-
45 νι χαλκεῖ, καὶ στῆσαι αὐτὴν ἐν [τεῖ] αὐλεῖ τοῦ ἱεροῦ· ἀνα-
γορεῦσαι δὲ τὸν στέφανον τοῦτ[ο]ν Ἁλώιων τῶι πατρίωι
ἀγῶνι· τῆς δὲ ποιήσεως τῆς εἰκό[ν]ος καὶ τῆς ἀναγορεύσ[ε]-
ως ἐπιμεληθῆναι τὸν γραμματέα καὶ τὸν ταμίαν καὶ τοὺς
εἱρημένους.
50 οἵδ εἱρέθησαν ἐπὶ [τ]ὴν ἀνάθεσ[ιν]
      τῆς εἰκόνος·
[Κλ]ειτοφῶν Ἰφιστιάδης, Ξ[ε]νοφῶν Βερενικ[ίδης],
[— — —]ης Παιανιεύ[ς, Νίκα?]νδρος Τυρμε[ίδης]
       {²fragmenta tria postmodo reperta:}²
54             Ἀθη[να]ίων οἱ τε-
55              τ[αγ]μένοι ἐν Ἐ-
           λευσ[ῖ]νι καὶ οἱ ὕπαι-
             θροι Δημαίνετον
            Ἑρμοκλέους Ἀθμο-
             νέα στρατηγήσαν-
60             τα ἐφ ἑαυτῶν τρίς.
                {²vacat 0.14}²
col. I.61  Ἀθηναίων
οἱ τεταγμένοι
ἐν Πανάκτ[ω]ι
 Δημαίνετον
65  Ἀθμονέα
col. II.61 Ἀθηναίων
οἱ τεταγμένοι
ἐπὶ Φυλεῖ
Δημαίνετον
65 Ἀθμονέα.
Search Help
Contact Us