| θεοί. | |
| 1 | ἔδοξεν Ἀθηναίων τοῖς τεταγμέ[νοι]ς ἐ[ν Ἐλευ]σῖνι καὶ Πανάκτωι κ[αὶ] |
| Φυλεῖ καὶ τοῖς ὑπαίθροις· [ἐπε]ιδὴ Δ[ημ]αίνετος διατελεῖ εὔ- | |
| νους ὢν τῶι δήμωι καὶ εἰς [ὅσ]ας αὐτὸν λ[ειτ]ουργίας κεχειροτόνη- | |
| κεν καλῶς καὶ ἐνδόξως ἐξῆχεν καὶ πρός τ[ε τ]ὸ κοινὸν τῶν Αἰτωλῶν | |
| 5 | πλεονάκις ἐπρέσβευσεν̣, [ὁ]μοίως δὲ καὶ π[ρὸ]ς τὸν βασιλέα Φίλιππον, |
| ὅπως ἂν παρ ἑκατέρων τῶι [δ]ήμωι ἥ τε φιλί[α κ]αὶ ἡ εἰρήνη διατηρῆ- | |
| ται καὶ μηδ ὑ[φ] ἑνὸς περι[σ]πωμένη ἡ πόλις [ἀ]ποκατασταθεῖ εἰς | |
| τὴν ἐξ ἀρχῆς εὐδαιμονίαν, οὔτε κακοπά[θι]αν οὐδεμίαν οὔτε κί[ν]- | |
| δυνον ὑποστελλόμενος ἀλλὰ καὶ λόγωι κ[α]ὶ ἔργωι τὰ συμφέρον- | |
| 10 | τα πρ̣άττων τεῖ πατρίδι, ἀνθ ὧν αὐτὸν ὁ δῆ[μ]ος ἐπείνεσέν τε πλεο- |
| νάκις καὶ ἐστεφάνωσεν χρυσῶι στεφάνωι, χάριν ἀξίαν ἀποδιδοὺς | |
| [τῶ]ν ε[ὐ]εργεσιῶν τῶν εἰς ἑαυτόν· χειροτον[η]θεὶς δὲ στρατηγὸς | |
| ἐπὶ τὴν χώραν τὴν ἐπ Ἐ[λε]υσῖνος τὸ μὲν [πρῶτον ἐπὶ Χ]αιρεφῶντος | |
| ἄρχοντος καλῶς κα[ὶ ἀξί]ως αὑτοῦ ἐξ̣[ήγαγεν] τὴν [ἀρχὴν το]ῖς τε | |
| 15 | νόμοις [ἀκο]λούθως [καὶ] τοῖς ψηφίσμ[ασιν καὶ] πᾶσαν πρόνοιαν π[οι]- |
| ούμενος [καὶ] ἐπιμ[έλ]ειαν τοῦ [μη]θ[ὲν μηδαμο]ῦ ἀδίκημα μήτε ἐ[ν] | |
| τεῖ χώραι μ[ήτ] ἐν̣ τοῖς φρουρίοις γε[νέσθαι]· ὡσαύτως δὲ καὶ πά- | |
| λιν χειροτ[ον]ηθεὶς τὸ δεύτερον ἐπὶ [τὴν αὐ]τὴν χώραν ἐπὶ Διο- | |
| κλέους ἄρχ[ο]ντος διετέλεσεν ὑπερτιθέ[με]νος ἑαυτὸν τεῖ τ[ε] | |
| 20 | πρὸς τὴν φυλακὴν ἐπιμελείαι καὶ τεῖ π[ρὸς τ]οὺς ὑφ ἑαυ[τὸν τε]- |
| ταγμένους [φι]λοτιμίαι· χειροτονηθεὶς [δὲ] καὶ τὸ τρίτον στρα- | |
| τηγὸς ἐπὶ τὴ[ν] χώραν τὴν ἐπ Ἐλευσῖνος ἐ[πὶ] Αἴσχρωνος ἄρχον- | |
| τος τῆς τε [φυ]λακῆς ἐφρόντισεν τῆς χώρ[α]ς κ[α]ὶ τῶν φρουρίω[ν] | |
| καθάπερ [καὶ ἐ]ν τοῖς ἔνπρο[σ]θε χ[ρ]όνοις· γινομένης δὲ καὶ | |
| 25 | τῆς πανη[γύρε]ως τῶν Ἐλευσ[ι]νίω[ν] τῶμ μεγάλων ἐν τοῖς ἔτε- |
| σιν οἷς ἐστρατήγηκεν, ἔθυσεν ταῖς θεαῖς μετὰ τῶν ἐξ Ἐ- | |
| λευσῖνος περὶ τ[ῆ]ς τοῦ δήμου σωτηρίας· ἐπεμελήθη δὲ καὶ | |
| τῆς τῶν μυστηρίων [τελ]ετῆς καθ ἑκάστην στρατηγίαν, ὅπως | |
| μετὰ πάσης ἀσφαλε[ίας] συντελεσθεῖ· διετέλεσεν δὲ καὶ | |
| 30 | πρὸς τοὺς ὑφ ἑαυτὸν [τετα]γμένους τῶν πολιτῶν ἴσον αὑτὸν |
| παρασκευάζων ἐν πᾶ[σι κα]ὶ 〚καὶ〛 ἀδωροδόκη[τ]ον· ἐπεμε- | |
| λήθη δὲ καὶ τῆς τῶν ὀ[ψωνίων δ]ιαδόσεως, σῖτόν τε παρατι- | |
| θέμενος ἐξ ἑτοίμου ὅ[πως ἔχ]ωσιν ὡς λυσιτελέστατ[ο]ν, | |
| καὶ ἐν πᾶσι τοῖς ἔτεσι[ν αὐ]τοῖς προδιδοὺς ἀργύριον εἰς | |
| 35 | ἐσθῆτα, ἀεὶ προνοούμενο[ς τ]ῶν ὑφ αὑτὸν τεταγμένων τῆς |
| εὐσχημοσύνης, καὶ εἰς ταῦ[τ]α οὐκ ὀλίγα ἐκ τῶν ἰδίων ἀνα- | |
| λίσκων, καὶ κοινεῖ πᾶσιν εὐχρηστῶν καὶ ἰδίαι ἑκάστου | |
| φροντίζων· ὅπως ἂν οὖν καὶ Ἀ[θ]ηναίων οἱ τεταγμένοι ἐν | |
| τοῖς φρουρίοις φαίνωνται τιμῶντες τοὺς εἰς τὸν δῆ- | |
| 40 | μον φιλοδοξοῦντας καὶ εἰς ἑαυτοὺς φιλοτιμουμένους, |
| ἀγαθεῖ τύχει, δεδόχθαι τοῖς τετ[α]γμένοις τῶν πολιτῶν | |
| ἐν Ἐλευσῖνι καὶ Πανάκτωι κ[αὶ Φυ]λεῖ καὶ τοῖς ὑπαίθροις, | |
| ἐπαινέσαι Δημαίνετον Ἑρμ[οκλέου]ς Ἀθμονέα καὶ στεφα- | |
| νῶσαι αὐτὸν χρυσῶι στεφάνω[ι κατὰ] τὸν νόμον καὶ εἰκό- | |
| 45 | νι χαλκεῖ, καὶ στῆσαι αὐτὴν ἐν [τεῖ] αὐλεῖ τοῦ ἱεροῦ· ἀνα- |
| γορεῦσαι δὲ τὸν στέφανον τοῦτ[ο]ν Ἁλώιων τῶι πατρίωι | |
| ἀγῶνι· τῆς δὲ ποιήσεως τῆς εἰκό[ν]ος καὶ τῆς ἀναγορεύσ[ε]- | |
| ως ἐπιμεληθῆναι τὸν γραμματέα καὶ τὸν ταμίαν καὶ τοὺς | |
| εἱρημένους. | |
| 50 | οἵδ εἱρέθησαν ἐπὶ [τ]ὴν ἀνάθεσ[ιν] |
| τῆς εἰκόνος· | |
| [Κλ]ειτοφῶν Ἰφιστιάδης, Ξ[ε]νοφῶν Βερενικ[ίδης], | |
| [— — —]ης Παιανιεύ[ς, Νίκα?]νδρος Τυρμε[ίδης] | |
| {²fragmenta tria postmodo reperta:}² | |
| 54 | Ἀθη[να]ίων οἱ τε- |
| 55 | τ[αγ]μένοι ἐν Ἐ- |
| λευσ[ῖ]νι καὶ οἱ ὕπαι- | |
| θροι Δημαίνετον | |
| Ἑρμοκλέους Ἀθμο- | |
| νέα στρατηγήσαν- | |
| 60 | τα ἐφ ἑαυτῶν τρίς. |
| {²vacat 0.14}² | |
| col. I.61 | Ἀθηναίων |
| οἱ τεταγμένοι | |
| ἐν Πανάκτ[ω]ι | |
| Δημαίνετον | |
| 65 | Ἀθμονέα |
| col. II.61 | Ἀθηναίων |
| οἱ τεταγμένοι | |
| ἐπὶ Φυλεῖ | |
| Δημαίνετον | |
| 65 | Ἀθμονέα. |
IG II²
1304