Funerary epigram for Gorgias, son of Aristeas.  No description of stone; now missing.
[ ] Ionia — Miletos — 1st/2nd c. AD (Peek) — CIG 2892 — W. Peek, GVI I (1955) 1485 — SEG 30.1350
See also:
1 εὔδιον ἐκ μακάρων ἀνύσαντά σε τὰν ἀόρατον,
   Γοργία εὐγήρως, ἀτρα<πι>τὸ<ν> β̣ιότου
ὄλβου τηλεθάοντος ἐκοίμισεν ὕπνος ὁ λήθης
   κἄντα <π>ρὸς ἑπταπόρου στᾶσέ <σ>ε <Πλη>ϊά[δος].
5 ἔξοχα δ’ αἰνήσασα θεόκτιτ̣ος ἅδε σε <γ>α<ῖ>α
   φροντίδι πανδήμ<ῳ> σὸν δέμας ἐκτέρισε[ν],
οὕνεκα καὶ πατέρων ἐπὶ γυμνάδος <ἠ>δὲ φιλόπλου
   πρόσθε νέων ἀ<γ>έ<λ>ας ἔδρακεν ἁγεμόνα,
ἄλλα τ’ ἐνὶ ζωᾶ<ι> τε<λ>έσαντά σε μυρία δάμωι
10    καρ<ύξε>ι φάμα φέν<γ>ος ὑπ’ ἀ<ε>λίου,
ἐσθ<λὸ>ν ἐν ἁμερίοισιν Ἀ<ρ>ιστέου ὑὸν ἄριστον
   <δόξ>αν ἑὰν <δ>ιπ<λ>οῖς παισὶ [λι]πόντ<α> φίλο<ις>.
Search Help
Contact Us