Funerary epigram for Gorgias, son of Aristeas. No description of stone; now missing.
[ ]
Ionia — Miletos — 1st/2nd c. AD (Peek) — CIG 2892 — W. Peek, GVI I (1955) 1485 — SEG 30.1350
See also:
| 1 | εὔδιον ἐκ μακάρων ἀνύσαντά σε τὰν ἀόρατον, |
| Γοργία εὐγήρως, ἀτρα<πι>τὸ<ν> β̣ιότου | |
| ὄλβου τηλεθάοντος ἐκοίμισεν ὕπνος ὁ λήθης | |
| κἄντα <π>ρὸς ἑπταπόρου στᾶσέ <σ>ε <Πλη>ϊά[δος]. | |
| 5 | ἔξοχα δ’ αἰνήσασα θεόκτιτ̣ος ἅδε σε <γ>α<ῖ>α |
| φροντίδι πανδήμ<ῳ> σὸν δέμας ἐκτέρισε[ν], | |
| οὕνεκα καὶ πατέρων ἐπὶ γυμνάδος <ἠ>δὲ φιλόπλου | |
| πρόσθε νέων ἀ<γ>έ<λ>ας ἔδρακεν ἁγεμόνα, | |
| ἄλλα τ’ ἐνὶ ζωᾶ<ι> τε<λ>έσαντά σε μυρία δάμωι | |
| 10 | καρ<ύξε>ι φάμα φέν<γ>ος ὑπ’ ἀ<ε>λίου, |
| ἐσθ<λὸ>ν ἐν ἁμερίοισιν Ἀ<ρ>ιστέου ὑὸν ἄριστον | |
| <δόξ>αν ἑὰν <δ>ιπ<λ>οῖς παισὶ [λι]πόντ<α> φίλο<ις>. |