Funerary epigram for Demetria, daughter of Antipatros and Philistias. Block of gray marble.
[ ]
Ionia — Miletos — Yeniköy — 2nd c. BC — Hermes 86 (1958) 118, 2 — SEG 17.502
See also:
| 1 | [— — — c.17 — — —]#⁷ΕΔ̣[— c.8 —]#⁷Ε̣ΠΙ[— 3-4 —] |
| ἑβδομάδας γενέταις δάκρυα χευαμέναν? | |
| Ἀντιπάτρωι καὶ μητρὶ Φιλιστιάδι· στυγερὸν δὲ | |
| ἔκλαγον, ὡς ἄφνωι πνεῦμ’ ἔλιπες βιότου· | |
| 5 | σὸς δὲ πόσις ποθέων, Δημήτρια, οὔποτε πλήσθη |
| θρήνων οἰκτρὸν ἰδὼν λέκτρον ὑπὸ χλανίδι. | |
| vacat | |
| 7 | οὐχ ἡδύν μοι θρῆνον ἐγείρετε, λήξατε δ’ ἤδη· |
| οὐ γάρ μ’ ἀθανάτην τίκτε Διὸς θυγάτηρ | |
| ἀφρογενὴς Κυθέρεια, βροτοὶ δὲ — τλῆτε, ἄπειροι — | |
| 10 | οὐκ ἄτερ ἐγ Μοιρῶν νήματος ἀϊδίου. |
| ὥστ’ ἐπ’ ἐμοί, μῆτερ σὺ Φιλιστιάς, αἶρε τὸ πένθος, | |
| ἄντομ’ ἐγὼ πατρός τ’ Ἀντιπάτρου λίτομαι· | |
| λ̣είπω γὰρ τέκνον Διονυσίου, ὅς μ’ ἔτι παῖδα | |
| νυμφεύσας ὥραν οὐκ ἀπέλαυσεν ἐμάν· | |
| 15 | ἐς πόντον πλεύσας δ’ οὐχ εἶδέ με τοὔνπαλιν ἐλθῴ[ν], |
| ἀλλ’ ἔτλη βρυχίαν Νηρέος ἄφνωι ἅλα. | |
| τοῦτον δ’ ἀντίψυχον ἔχοντες σῶμα τὸ τερπνὸν | |
| [ὔμμιν ὑ]π̣ὲ̣ρ̣ γό[ν]ατος̣ [θ]έ̣σθε Φιλοκράτε[ος]. |