Epitaph and funerary epigram for Antenor, son of Euandrides, and relatives. Block of gray marble.
[ ]
Ionia — Miletos — ca. 200 BC? — RA 28 (1874.2) 113-114 — W. Peek, GVI I (1955) 2018
See also:
1 | Ἀντήνωρ Εὐανδρίδου, |
Ἀντιφάνης Μοσχίωνος, | |
Χίονις Χιόνιδος. | |
τὸν Ἑστιαίου τῆς τραγωι%⁸⁰δίας γραφῆ | |
5 | Εὐανδρίδαν κέκρυφ’ ὁ τυμβίτας πέτρος, |
ζήσαντα πρὸς πάντ’ εὐσεβῶς ἀνὰ πτόλιν | |
ἐτῶν ἀριθμὸν ὀγδοήκοντ’ ἀρτίων. | |
οὐχὶ κεναῖς δόξαις ἐζηκότα τόνδε δέδεκται | |
τύμβος ὅδ’ ἐκ προγόνων, ταῖς δ’ ἀπὸ τᾶς σοφίας | |
10 | ταῖς ἀπὸ Σωκράτεω πινυταῖς μάλα τοῦ τε Πλάτωνος, |
κοὐκ Ἐπικουρήοις ἡδονικαῖς ἀθέοις, | |
Ἑστιαῖον τὸν φύντα πατρὸς κλεινοῖο Μενάνδ[ρου] | |
ἐσθλοτάταν βιοτᾶς ἐξανύσαντος ὁδόν. | |
κούφη γαῖα χυθεῖσ’ ὁσίως κρύπτοις σὺ τὸν ἄν[δρα] | |
15 | βαίνοντ’ εὐσε[βέ]ων τοὺς ἱεροὺς θαλάμου[ς]. |