Epitaph and funerary epigram for Antenor, son of Euandrides, and relatives. Block of gray marble.
[ ]
Ionia — Miletos — ca. 200 BC? — RA 28 (1874.2) 113-114 — W. Peek, GVI I (1955) 2018
See also:
| 1 | Ἀντήνωρ Εὐανδρίδου, |
| Ἀντιφάνης Μοσχίωνος, | |
| Χίονις Χιόνιδος. | |
| τὸν Ἑστιαίου τῆς τραγωι%⁸⁰δίας γραφῆ | |
| 5 | Εὐανδρίδαν κέκρυφ’ ὁ τυμβίτας πέτρος, |
| ζήσαντα πρὸς πάντ’ εὐσεβῶς ἀνὰ πτόλιν | |
| ἐτῶν ἀριθμὸν ὀγδοήκοντ’ ἀρτίων. | |
| οὐχὶ κεναῖς δόξαις ἐζηκότα τόνδε δέδεκται | |
| τύμβος ὅδ’ ἐκ προγόνων, ταῖς δ’ ἀπὸ τᾶς σοφίας | |
| 10 | ταῖς ἀπὸ Σωκράτεω πινυταῖς μάλα τοῦ τε Πλάτωνος, |
| κοὐκ Ἐπικουρήοις ἡδονικαῖς ἀθέοις, | |
| Ἑστιαῖον τὸν φύντα πατρὸς κλεινοῖο Μενάνδ[ρου] | |
| ἐσθλοτάταν βιοτᾶς ἐξανύσαντος ὁδόν. | |
| κούφη γαῖα χυθεῖσ’ ὁσίως κρύπτοις σὺ τὸν ἄν[δρα] | |
| 15 | βαίνοντ’ εὐσε[βέ]ων τοὺς ἱεροὺς θαλάμου[ς]. |