Metrical dedication of a statue of Bacchus to Phoibos and Bacchus. Base of white marble, broken at the upper left corner.
[ ]
Kos Isl. — Kos — mid-2nd c. BC — Paton-Hicks (1891) 58 — M. Segre, Iscr. di Cos (1993) EV 234
See also:
I.1 | Φοίβωι καὶ Βάκχωι μ’ ἐπινίκιον ἵλαον αὐλοῖς, |
οὔνομα καὶ τέχνην πατρὸς ἐνενκαμένου, | |
δῆμος ἐπέγραψεν Κώιων Διόνυσον, Ἀρίστων, | |
μάρτυρά σοι στεφάνων Ἑλλάδος εὐρυχόρου. | |
vacat 0,03 | |
II.5 | ἀνφοτέρης ὀφιηβοσίης αὐλοῖσιν Ἀρίστων |
Πυθοῖ κἠν Νεμέηι κλῶνας ἐρεψάμενος | |
καὶ πίτυν ἐξ Ἰσθμοῖο Παλαίμονι πυκνὰ <λ>αλεῦσαν, | |
ἀσπίδα τε ἐξ Ἄργους ἀντὶ Διὸς κοτίνων | |
καὶ τὸν ἀπ’ οὐκ ἀγρίου Παναθηναίοισιν ἐλαίου | |
10 | νειφόμενον δώροις κρωσσὸν ἐνενκάμενος |
χάλκεον ἁβροχίτωνα Θυώνης παῖδά με Βάκχον, | |
Δωρίδος ἐκ πάτρης ἄνθεμα δημοσίηι | |
Φοίβωι κἀμαυτῶι κεχαρισμένον εἵσατο τέχνης, | |
ἣν πατρὸς ἐκ φιλίης αὔσαθ’ ὁμωνυμίης. | |
vacat 0,25 | |
right face.1 | θεοί. |