Metrical dedication of a statue of Bacchus to Phoibos and Bacchus.  Base of white marble, broken at the upper left corner.
[ ] Kos Isl. — Kos — mid-2nd c. BC — Paton-Hicks (1891) 58 — M. Segre, Iscr. di Cos (1993) EV 234
I.1 Φοίβωι καὶ Βάκχωι μ’ ἐπινίκιον ἵλαον αὐλοῖς,
οὔνομα καὶ τέχνην πατρὸς ἐνενκαμένου,
δῆμος ἐπέγραψεν Κώιων Διόνυσον, Ἀρίστων,
μάρτυρά σοι στεφάνων Ἑλλάδος εὐρυχόρου.
                          vacat 0,03
II.5 ἀνφοτέρης ὀφιηβοσίης αὐλοῖσιν Ἀρίστων
Πυθοῖ κἠν Νεμέηι κλῶνας ἐρεψάμενος
καὶ πίτυν ἐξ Ἰσθμοῖο Παλαίμονι πυκνὰ <λ>αλεῦσαν,
ἀσπίδα τε ἐξ Ἄργους ἀντὶ Διὸς κοτίνων
καὶ τὸν ἀπ’ οὐκ ἀγρίου Παναθηναίοισιν ἐλαίου
10 νειφόμενον δώροις κρωσσὸν ἐνενκάμενος
χάλκεον ἁβροχίτωνα Θυώνης παῖδά με Βάκχον,
Δωρίδος ἐκ πάτρης ἄνθεμα δημοσίηι
Φοίβωι κἀμαυτῶι κεχαρισμένον εἵσατο τέχνης,
ἣν πατρὸς ἐκ φιλίης αὔσαθ’ ὁμωνυμίης.
                          vacat 0,25
right face.1 θεοί.
Search Help
Contact Us