Diagraphe for the sale of the priesthood of Nike.  Opisthographic stele of white marble, broken at the bottom; face A now illegible.
[ ] Kos Isl. — Kos — 1st c. BC — A. Maiuri, NSER (1925) 441 — F. Sokolowski, LSCG (1969) 163 — M. Segre, Iscr. di Cos (1993) ED 89; Add. p. 291
See also:
face B, back                                   vacat 0,07
[θυ]όντω δὲ καὶ τοὶ τὸς γάμος ἐν τῷ ἱερῷ π[οιεῦ]-
[ντ]ες ἱερεῖον τέλειον ἀπὸ (δρ.) λ· θυέτω δὲ κ[αὶ]
[τῶ]ν ἄλλων ὁ χρῄζων ἱερεῖον ὃ νομίζετα[ι ἐν]
[αἷ]ς ἁμέραις ὅσιόν ἐστιν θύεν· ὁ ἱερεὺς ἐπὶ [τὰ]
5 [ἱε]ρὰ ἃ ποιεῖται ὁ δᾶμος τᾶι κ τοῦ Πεταγει[τν]-
ύ̣ου μηνὸς συμπομπευέτω μετὰ τοῦ μο-
[ν]άρχου καὶ τῶν ἱεροποιῶν καὶ τῶ<ν> νενικακότω-
[ν] τὸς στεφανίτας ἀγῶνας, ἔχων καὶ κιτῶνα π-
[ορ]φύρεον καὶ δακτυλίος χρυσέος καὶ στέφ-
10 [ανο]ν θάλλινον· τὰν δὲ αὐτὰν ἐσθῆτα ἐχέτω
[ἐν τ]ῷ ἱερῷ καὶ ἐν ταῖς λοιπαῖς θυσίαις πάσαι-
[ς, λ]ευχιμονίτω δὲ διὰ βίου, καὶ ἁγνευέσθω
[ὅσ]ω̣ν καὶ τοῖς λοιποῖς ἱερεῦσι ποτιτέτακται ἁ-
[γν]εύεσθαι· γέρη δὲ λαμβανέτω τῶν θυομέν-
15 [ω]ν̣ βοὸς μὲν ἢ οἰὸς δέρμα καὶ σκέλος, τῶν δὲ
[ἄλ]λων σκέλος, ἐπιτιθέντω δὲ τοὶ θύοντες
[ἐ]πὶ τὰν τράπεζαν τῶν ἱερῶν τᾶι θεῷ, ἐμβα[λ]-
[λ]όντω δὲ καὶ ἐς τὸν θησαυρὸν τῶν μὲν βοϊκ̣[ῶ]-
[ν ἱ]ερείων ὑπὲρ ἑκάστου (δρ.) α, τῶν δὲ ἄλλων (τριώβολον?)· τ[ού]-
20 [τ]ου δὲ τὸ μὲν ἥμισον ἔστω τᾶς Νίκας, τὸ δὲ
{[τ]ὸ δὲ} ἥμισον τοῦ ἱερέως· ἀνοιγόντω δὲ τὸν θη-
[σ]αυρὸν τοὶ προστάται μετὰ τοῦ ἱερέως δι’ ἐτῶ-
ν β, καὶ τὸ γινόμενον τᾶς ἀνοίξιος τέλεσμα
ἀφαιρεύντω ἀπὸ τοῦ εὑρεθέντος· ὅπως δὲ
25 καὶ ἁ πομπὰ τᾷ θεῷ ἐπιφανέστερον συντε-
[λ]ῆται, τοὶ χειροτονεύμεν<ο>ι ὑπὸ τοῦ δάμου
κιθαρισταὶ ἀγόντω τὸς παῖδας κιθαρίζοντας
τὸ σπονδεῖ[ον κα]θότι καὶ ἐπὶ τᾶν ἀλλᾶν πο[μ]-
[π]ᾶν ποιεῦν̣[τι καὶ κιθαρίζ]οντες τά τ’ ᾄσμτα]
30 [— — — — — — — — — — — —]ΤΟ̣ΤΩ̣Ν̣[— — — —]
[— — — — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us