| 1 | [θυ]όντω δὲ καὶ τοὶ τὸς γάμος ἐν τῷ ἱερῷ π[οιεῦ]- |
| [ντ]ες ἱερεῖον τέλειον ἀπὸ (δρ.) λ· θυέτω δὲ καὶ | |
| τῶν ἄλλων ὁ χρῄζων ἱερεῖον ὃ νομίζετ[αι ἐν] | |
| [αἷ]ς ἁμέραις ὅσιόν ἐστι θύεν· ὁ ἱερεὺς ἐπὶ [τὰ] | |
| 5 | [ἱε]ρ̣ὰ ἃ ποιεῖται ὁ δᾶμος τᾶι κ τοῦ Πεταγει[τν]- |
| [ύ]ου μηνὸς συμπομπευέτω μετὰ τοῦ μο- | |
| [ν]άρχου καὶ τῶν ἱεροποιῶν καὶ τῶ<ν> νενικακότω- | |
| ν̣ τὸς στεφανίτας ἀγῶνας, ἔχων καὶ κιτῶνα π- | |
| [ορ]φύρεον καὶ δακτυλίος χρυσέος καὶ στέφ- | |
| 10 | [ανο]ν θάλλινον· τὰν δὲ αὐτὰν ἐσθῆτα ἐχέτω |
| [ἐν τ]ῷ ἱερῷ καὶ ἐν ταῖς λοιπαῖς θυσίαις πάσαι- | |
| [ς, λε]υχιμονίτω δὲ διὰ βίου, καὶ ἁγνευέσθω | |
| [ὅσω]ν καὶ τοῖς λοιποῖς ἱερεῦσι ποτιτέτακται ἁ- | |
| [γν]εύεσθαι. γέρη δὲ λαμβανέτω τῶν θυομέν- | |
| 15 | [ων] βοὸς μὲν ἢ ὄϊος δέρμα καὶ σκέλος, τῶν δὲ |
| [ἄλ]λων σκέλος, ἐπιτιθέντω δὲ τοὶ θύοντες | |
| [ἐπ]ὶ τὰν τράπεζαν τῶν ἱερῶν τᾶι θεῷ, ἐμβα[λ]- | |
| [λ]όντω δὲ καὶ ἐς τὸν θησαυρὸν τῶν μὲν βοϊκ̣[ῶν] | |
| [ἱ]ερείων ὑπὲρ ἑκάστου (δρ.) α, τῶν δὲ ἄλλων (ὀβολοὺς?) τ[ρεῖς]?· | |
| 20 | [τ]οῦδε τὸ μὲν ἥμισον ἔστω τᾶς Νίκας, τὸ δὲ |
| {τ̣ὸ δὲ} ἥμισον τοῦ ἱερέως· ἀνοιγόντω δὲ τὸν θη- | |
| [σ]αυρὸν τοὶ προστάται μετὰ τοῦ ἱερέως δι’ ἐτῶ- | |
| ν β, καὶ τὸ γινόμενον τᾶς ἀνοίξιος τέλεσμα | |
| ἀφαιρεύντω ἀπὸ τοῦ εὑρεθέντος. ὅπως δὲ | |
| 25 | καὶ ἁ πομπὰ τᾷ θεῷ ἐπιφανέστερον συντε- |
| [λ]ῆται, τοὶ χειροτονεύμενοι ὑπὸ τοῦ δάμου | |
| κιθαρισταὶ ἀγόντω τὸς παῖδας κιθαρίζοντας | |
| τὸ σπονδεῖ[ον καθ]ότι καὶ ἐπὶ τᾶν ἄλλαν πο[μ]- | |
| [π]ᾶν ποιεῦ[ντι καὶ κιθαρί]ζ̣οντες τα[․․․․․] | |
| 30 | [— — — — — — — — — — — — —]τ̣ο̣υ̣τ̣ο̣[— — —] |
Iscr. di Cos
ED 89