Diagraphe for the sale of the priesthood of Nike. Opisthographic stele of white marble, broken at the bottom; face A now illegible.
[ ]
Kos Isl. — Kos — 1st c. BC — A. Maiuri, NSER (1925) 441 — F. Sokolowski, LSCG (1969) 163 — M. Segre, Iscr. di Cos (1993) ED 89; Add. p. 291
See also:
face B, back | vacat 0,07 |
[θυ]όντω δὲ καὶ τοὶ τὸς γάμος ἐν τῷ ἱερῷ π[οιεῦ]- | |
[ντ]ες ἱερεῖον τέλειον ἀπὸ (δρ.) λ· θυέτω δὲ κ[αὶ] | |
[τῶ]ν ἄλλων ὁ χρῄζων ἱερεῖον ὃ νομίζετα[ι ἐν] | |
[αἷ]ς ἁμέραις ὅσιόν ἐστιν θύεν· ὁ ἱερεὺς ἐπὶ [τὰ] | |
5 | [ἱε]ρὰ ἃ ποιεῖται ὁ δᾶμος τᾶι κ τοῦ Πεταγει[τν]- |
ύ̣ου μηνὸς συμπομπευέτω μετὰ τοῦ μο- | |
[ν]άρχου καὶ τῶν ἱεροποιῶν καὶ τῶ<ν> νενικακότω- | |
[ν] τὸς στεφανίτας ἀγῶνας, ἔχων καὶ κιτῶνα π- | |
[ορ]φύρεον καὶ δακτυλίος χρυσέος καὶ στέφ- | |
10 | [ανο]ν θάλλινον· τὰν δὲ αὐτὰν ἐσθῆτα ἐχέτω |
[ἐν τ]ῷ ἱερῷ καὶ ἐν ταῖς λοιπαῖς θυσίαις πάσαι- | |
[ς, λ]ευχιμονίτω δὲ διὰ βίου, καὶ ἁγνευέσθω | |
[ὅσ]ω̣ν καὶ τοῖς λοιποῖς ἱερεῦσι ποτιτέτακται ἁ- | |
[γν]εύεσθαι· γέρη δὲ λαμβανέτω τῶν θυομέν- | |
15 | [ω]ν̣ βοὸς μὲν ἢ οἰὸς δέρμα καὶ σκέλος, τῶν δὲ |
[ἄλ]λων σκέλος, ἐπιτιθέντω δὲ τοὶ θύοντες | |
[ἐ]πὶ τὰν τράπεζαν τῶν ἱερῶν τᾶι θεῷ, ἐμβα[λ]- | |
[λ]όντω δὲ καὶ ἐς τὸν θησαυρὸν τῶν μὲν βοϊκ̣[ῶ]- | |
[ν ἱ]ερείων ὑπὲρ ἑκάστου (δρ.) α, τῶν δὲ ἄλλων (τριώβολον?)· τ[ού]- | |
20 | [τ]ου δὲ τὸ μὲν ἥμισον ἔστω τᾶς Νίκας, τὸ δὲ |
{[τ]ὸ δὲ} ἥμισον τοῦ ἱερέως· ἀνοιγόντω δὲ τὸν θη- | |
[σ]αυρὸν τοὶ προστάται μετὰ τοῦ ἱερέως δι’ ἐτῶ- | |
ν β, καὶ τὸ γινόμενον τᾶς ἀνοίξιος τέλεσμα | |
ἀφαιρεύντω ἀπὸ τοῦ εὑρεθέντος· ὅπως δὲ | |
25 | καὶ ἁ πομπὰ τᾷ θεῷ ἐπιφανέστερον συντε- |
[λ]ῆται, τοὶ χειροτονεύμεν<ο>ι ὑπὸ τοῦ δάμου | |
κιθαρισταὶ ἀγόντω τὸς παῖδας κιθαρίζοντας | |
τὸ σπονδεῖ[ον κα]θότι καὶ ἐπὶ τᾶν ἀλλᾶν πο[μ]- | |
[π]ᾶν ποιεῦν̣[τι καὶ κιθαρίζ]οντες τά τ’ ᾄσμ[ατα] | |
30 | [— — — — — — — — — — — —]ΤΟ̣ΤΩ̣Ν̣[— — — —] |
[— — — — — — — — — — — — — — — — — — —] |