Diagraphe for the sale of the priesthood of Herakles Kallinikos. Stele of white marble, recut at the bottom.
[ ]
Kos Isl. — Kos — late 2nd c. BC — M. Segre, Iscr. di Cos (1993) ED 180
See also:
| 1 | ἐπὶ μονάρ%⁸¹χου |
| Παρμενίσ%⁸¹κου, | |
| μηνὸς Ὑακινθίου ιϛ, | |
| ἀγαθᾶι τύχαι, τάδε συνέγραψαν προστάτα[ι] Φ̣ίλιππος Φί- | |
| 5 | λωνος, Σώστρατος Φιλίνου, Λαμπίας Φιλίππου, Κάλλιπ- |
| πος Καλλίππου καθ’ ὑοθεσίαν δὲ Ἡρακλείτου, Εὔκαρπος Κλε- | |
| ονίκου, καὶ βουλ{λ}ᾶς {²⁶βουλᾶς}²⁶ γραμματεὺς Ἡράκλειτος Ἰατροκλεῦς, | |
| περὶ τᾶς ἱερωσύνας τοῦ Ἡρακλεῦς τοῦ Καλλινίκου τ̣οῦ ἐ- | |
| π̣ὶ ἀγορᾶι καὶ ἐπὶ λιμένι· τοὶ προστάται ἐπεί κα μέ<λ>λωντι πω- | |
| 10 | λεῖν τὰν ἱερωσύναν, θυσάντω ἑκατέρωι τῶν θεῶν ἱερεῖ- |
| ον ἀπὸ δραχμᾶν ἑκατὸν ὑπὲρ ὑγιείας τῶν τε πολ[ιτᾶ]ν̣ κ̣αὶ πο- | |
| <λ>ιτίδων καὶ τῶν κατοικεύντων ἐν τᾶι πόλει, τοὶ δὲ ταμίαι̣ π̣[ρο]- | |
| τελεσάντω αὐτοῖς ἐς τὰν θυσίαν τὸ προγεγραμμένον ἀρ- | |
| γύριον· τοὶ πωληταὶ ἀποδόσθων τὰν ἱερωσύναν ἐμ μηνὶ Πα- | |
| 15 | ν̣άμωι <τ>ᾶι νουμηνίαι· ὁ δὲ πριάμενος ἔστω ὑγιὴς <κ>αὶ ὁλόκλα- |
| [ρ]ος καὶ μὴ νεώτερος ἐτέων δέκα· ἱεράσθω δὲ ἐπὶ βίου· ἀτε- | |
| λ̣ὴς δὲ ἔστω τᾶν λειτου<ρ>γιᾶν πασᾶν πλὰν λαμπαδαρχίας̣ | |
| καὶ τριηραρχίας· ἀπολελύσθω δὲ καὶ σιτοφυλακίας καὶ ὑ[πο]- | |
| δοχᾶς Ῥωμαίων καὶ ἐπιμηνιείας πάσας ἐφ’ ἇς α̣ἱρεῖται [ὁ δᾶ]- | |
| 20 | μος· καθήσθω δὲ καὶ ἐν προεδρίαι καὶ σπενδέτω ἐν πᾶσ[ι] |
| [τ]οῖς χορικοῖς ἀγῶσι μετὰ τῶν ἄλλων ἱερέων τῶν δα̣μ[ω]- | |
| δῶν, καὶ φορείτω κιθῶνα διάλευκον· ἐστε[φ]α̣νώσθω δὲ | |
| καὶ στεφάνωι λευκίνωι, ἐχέτω δὲ καὶ ἄφαμμα καὶ χρυσέος | |
| δακτυλίος· ὅπως δὲ καὶ αἱ θυσίαι τοῖς θεοῖς τούτοις ἐπιφα̣- | |
| 25 | νέστερον συντελῶνται, ἃς μὲν θύει ὁ μόναρχος καὶ τοὶ ἱερο- |
| ποιοί, θυόντω τ̣ὰ ἱερεῖα ποτὶ τὸ διαγραφόμενον αὐτοῖς ἀργύ- | |
| ριον παρὰ τῶν ταμιᾶν· καὶ ὅπως ὁ δᾶμος φαίνηται συνεπαύ- | |
| ξων τὰς τιμὰς τῶν θεῶν, τοὶ χειρίζοντες τὰ τοῦ Ἡρακλεῦ[ς] | |
| τοῦ Καλλινίκου χρήματα διαγραφόντω τοῖς προστάταις | |
| 30 | ἐς θυσίαν, τοῖς μὲν τὰν θερινὰν ἄρχουσιν Ἀρταμιτίου νου- |
| μηνίαι δραχμὰς πεντήκοντα· κατὰ ταὐτὰ δὲ διαγραψάντω | |
| κ̣αὶ τοῖς ἐν ἀρχᾶι προστάταις ἐς θυσίαν δραχμὰς πεντή- | |
| [κ]οντα, ἐπεί κα ἁ τελετὰ τοῦ ἱερέως καὶ τᾶς ἱερείας ἐπιτελῆ̣- | |
| [τ]αι· τοὶ δὲ διαγραψάμενοι θυόντω πρὸς τὸ διαγραφὲν αὐτοῖς | |
| 35 | ἀργύριον· θυόντω δὲ καὶ τοὶ ποτ̣ὶ̣ τὸ πολίτευμα ποτιπορευό- |
| μενοι, ἐπεί κα συντέλειαν λάβῃ ἁ πολιτία τοῦ δικαστηρί[ου], | |
| [ἕκ]αστος αὐτῶν ἱερεῖον μὴ ἐλάσσονος ἄ[ξιον δραχμᾶν — — —]· | |
| [θυόντ]ω δὲ καὶ το̣[ὶ .]#⁷#⁷[— — — — — — — — — — — — —] | |
| [— — — — — — — — — — — — — — — — — — — — — —] |