Decree of Kamarina recognizing the asylia of the Asklepieion. Stele of white marble, broken at the top and bottom.
[ ]
Kos Isl. — Kos — Asklepieion — 242 BC — R. Herzog, G. Klaffenbach, Asylieurkunden (1952) 21, 12 — SEG 12.379 — K.J. Rigsby, Asylia (1996) 149, 48
See also:
[— — — — — — — — — — — — — — — — — — — —] | |
[— c.9 —]Λ̣ΟỊ[․․]Α[— — — — — — — — — — τῶγ Κα]- | |
μαριναίων τοῖς Κώιοις [— — — — — — — — — — — —] | |
συνοικιξάντεσσι, καθὰ εΙ[— — — — — — — — — — —] | |
δεδόχθαι ἐπ’ ἀγαθᾶι τύχαι καὶ ὁμο[νοίαι καὶ σωτηρί]- | |
5 | αι τοῦ δάμου τῶγ Καμαριναίων καὶ τῶ[γ Κώιων· τὸ] |
ἱερὸν ἄσυλον εἶμεν τοῦ Ἀσκλαπιοῦ, χωράξα[ι δὲ τάν] | |
τε ἀσυλίαν καὶ τὰν θυσίαν καὶ τοὺς ἀγῶνας εἰς [ vacat ] | |
τοὺς νόμους. vacat βουλᾶς φερούσας ἔδοξε τᾶι ἁλ[ίαι]· | |
ἐπειδὴ οἱ Κῶιοι συνοικισταὶ ἐγένοντο τᾶς πόλιος | |
10 | ἁμῶν ὑπαρχόντων τε αὐτοῖς παρ’ ἁμεῖν τῶν μεγίστων κ[αὶ] |
ἀναγκαιοτάτων, συγγενείας τε καὶ οἰκειότατος καὶ ἰσοπο- | |
λειτείας, ἀποστείλαντες ἀρχιθέωρον Ἐπιδαύριον Νικάρχο[υ], | |
θεωρὸν Σωσίστρατον Καφισίου ἐπαγγέλλοντι τὰν θ[υ]- | |
σίαν, ἃν θύοντι τῶι Ἀσκλαπιῶι, καὶ τοὺς ἀγῶνας, | |
15 | οὓς τίθεντι μουσικὸν καὶ γυμνικὸν κατὰ πενταετηρ[ί]- |
δα, καὶ ἀξιῶντι δεῖν κοινωνεῖν τὰν ἁμὰμ πόλιν ἐμφανί- | |
ζοντες τὰν οἰκειότατα καὶ εὔνοιαν ταῖς πολίεσσι, καλῶ[ς] | |
δὲ ἔχον ἐστὶ τάν τε ἐπαγγελίαν παρ’ αὐτῶν δέχεσθαι κα[ὶ] | |
φανερὸν ποιῆσαι αὐτοῖς, διότι μνάμαν ἔχοντες δια- | |
20 | τελοῦμες τᾶς ὑπαρχούσας ποτ’ αὐτοὺς συγγενείας [ἔν] |
τε ταῖς πατρίοις θυσίαις, ἃς παρελάβομες παρ’ αὐτῶν, κ̣[αὶ] | |
ἐν ταῖς παναγυρίεσσι κατακαλοῦντες αὐτοὺς καθ[ὰ] | |
καὶ τοὺς ἄλλους οἰκιστάς, δεδόχθαι ἐπ’ ἀγαθᾶι τύχα[ι] | |
καὶ ὑγιείαι καὶ σωτηρίαι καὶ ὁμονοίαι τοῦ δάμου τῶν | |
25 | Καμαριναίων καὶ τῶγ Κώιων· δέξασθαι παρ’ αὐτῶν τάν |
τε θυσίαν, ἃμ ποιοῦνται τῶι Ἀσκλαπιῶι, καὶ τοὺς ἀγῶ- | |
νας· καλεῖν δὲ καὶ ἐπὶ ξένια τοὺς θεωροὺς τούτους τε | |
καὶ τοὺς ἀεὶ παραγινομένους πάσας τὰς ἁμέρας, ἅς κα | |
ἐπιδαμέωντι. vacat 0,10 |