Decree of Kamarina recognizing the asylia of the Asklepieion. Stele of white marble, broken at the top and bottom.
[ ]
Kos Isl. — Kos — Asklepieion — 242 BC — R. Herzog, G. Klaffenbach, Asylieurkunden (1952) 21, 12 — SEG 12.379 — K.J. Rigsby, Asylia (1996) 149, 48
See also:
| [— — — — — — — — — — — — — — — — — — — —] | |
| [— c.9 —]Λ̣ΟỊ[․․]Α[— — — — — — — — — — τῶγ Κα]- | |
| μαριναίων τοῖς Κώιοις [— — — — — — — — — — — —] | |
| συνοικιξάντεσσι, καθὰ εΙ[— — — — — — — — — — —] | |
| δεδόχθαι ἐπ’ ἀγαθᾶι τύχαι καὶ ὁμο[νοίαι καὶ σωτηρί]- | |
| 5 | αι τοῦ δάμου τῶγ Καμαριναίων καὶ τῶ[γ Κώιων· τὸ] |
| ἱερὸν ἄσυλον εἶμεν τοῦ Ἀσκλαπιοῦ, χωράξα[ι δὲ τάν] | |
| τε ἀσυλίαν καὶ τὰν θυσίαν καὶ τοὺς ἀγῶνας εἰς [ vacat ] | |
| τοὺς νόμους. vacat βουλᾶς φερούσας ἔδοξε τᾶι ἁλ[ίαι]· | |
| ἐπειδὴ οἱ Κῶιοι συνοικισταὶ ἐγένοντο τᾶς πόλιος | |
| 10 | ἁμῶν ὑπαρχόντων τε αὐτοῖς παρ’ ἁμεῖν τῶν μεγίστων κ[αὶ] |
| ἀναγκαιοτάτων, συγγενείας τε καὶ οἰκειότατος καὶ ἰσοπο- | |
| λειτείας, ἀποστείλαντες ἀρχιθέωρον Ἐπιδαύριον Νικάρχο[υ], | |
| θεωρὸν Σωσίστρατον Καφισίου ἐπαγγέλλοντι τὰν θ[υ]- | |
| σίαν, ἃν θύοντι τῶι Ἀσκλαπιῶι, καὶ τοὺς ἀγῶνας, | |
| 15 | οὓς τίθεντι μουσικὸν καὶ γυμνικὸν κατὰ πενταετηρ[ί]- |
| δα, καὶ ἀξιῶντι δεῖν κοινωνεῖν τὰν ἁμὰμ πόλιν ἐμφανί- | |
| ζοντες τὰν οἰκειότατα καὶ εὔνοιαν ταῖς πολίεσσι, καλῶ[ς] | |
| δὲ ἔχον ἐστὶ τάν τε ἐπαγγελίαν παρ’ αὐτῶν δέχεσθαι κα[ὶ] | |
| φανερὸν ποιῆσαι αὐτοῖς, διότι μνάμαν ἔχοντες δια- | |
| 20 | τελοῦμες τᾶς ὑπαρχούσας ποτ’ αὐτοὺς συγγενείας [ἔν] |
| τε ταῖς πατρίοις θυσίαις, ἃς παρελάβομες παρ’ αὐτῶν, κ̣[αὶ] | |
| ἐν ταῖς παναγυρίεσσι κατακαλοῦντες αὐτοὺς καθ[ὰ] | |
| καὶ τοὺς ἄλλους οἰκιστάς, δεδόχθαι ἐπ’ ἀγαθᾶι τύχα[ι] | |
| καὶ ὑγιείαι καὶ σωτηρίαι καὶ ὁμονοίαι τοῦ δάμου τῶν | |
| 25 | Καμαριναίων καὶ τῶγ Κώιων· δέξασθαι παρ’ αὐτῶν τάν |
| τε θυσίαν, ἃμ ποιοῦνται τῶι Ἀσκλαπιῶι, καὶ τοὺς ἀγῶ- | |
| νας· καλεῖν δὲ καὶ ἐπὶ ξένια τοὺς θεωροὺς τούτους τε | |
| καὶ τοὺς ἀεὶ παραγινομένους πάσας τὰς ἁμέρας, ἅς κα | |
| ἐπιδαμέωντι. vacat 0,10 |