Decrees of four cities recognizing the asylia of the Asklepieion.  Upper part of a gabled opisthographic stele of white marble, broken at the bottom.
[ ] Kos Isl. — Kos — Asklepieion — 242 BC — R. Herzog, G. Klaffenbach, Asylieurkunden (1952) 18, 7; 20, 11 — SEG 12.374; 12.378 — K.J. Rigsby, Asylia (1996) 134, 23-24; 147, 46-47
face A.I.1                   Πελλαίων·
ἐφ’ ἱερέως Ἀσκληπιοδώρου, Γορπιαίου· ἐπεὶ παραγενόμενος ἐκ Κῶ ἀρχιθέω-
      ρος Ἀριστόλοχος Ζμένδρωνος καὶ θεωρὸς Μακαρεὺς Ἀράτου τήν τε οἰκειό-
      τητα ἀνενεώσαντο τὴν ὑπάρχουσαν Κώιοις πρὸς Μακεδόνας καὶ τὴν εὔ-
5       νοιαν ἀπελογίζοντο, ἣν ἔχουσα τυγχάνει ἡ πόλις ἡ Κώιων πρὸς τὸν βασιλέα
      Ἀντίγονον καὶ πρὸς Πελλαίους καὶ τὴν λοιπὴν χώραν τὴν Μακεδόνων, κα -
      πηγγέλλοσαν τὰ Ἀσκληπίεια τὰ γεινόμενα παρ’ αὐτοῖς καὶ τοὺς ἀγῶνας
      τοὺς ἐν τῆι πανηγύρει ἐσομένους καὶ τὴν ἐκεχειρίαν, ἠξίουσαν δὲ καὶ τὸ [ἱ]-
      ερὸν τοῦ Ἀσκληπιοῦ τὸ ἐν Κῶι ἄσυλον εἶναι, ἔδοξε τῆι πόλει· τήν τε ἐπαγγ[ε]-
10       λίαν τῶν Ἀσκληπιείων τὴν παρὰ Κώιων καὶ τὴν ἐκεχειρίαν προσδέξασθαι
      καὶ ἐπαινέσαι αὐτοὺς ἐπί τε ταῖς τιμαῖς, αἷς συντελοῦσι τοῖς θεοῖς, καὶ
      ἐπὶ τῆι εὐνοίαι τῆι πρὸς τὸν βασιλέα Ἀντίγονον καὶ πρὸς Μακεδόνας· ὑπάρ-
      χειν δὲ καὶ τὴν ἀσυλίαν τῶι ἱερῶι καθάπερ καὶ τοῖς ἄλλοις ἱεροῖς· δοῦναι δὲ κα[ὶ]
      ξένια τοὺς ταμίας τοῖς θεωροῖς ἃ καὶ τοῖς τοὺς στεφανίτας ἀ[γῶνα]ς ἐπαγ-
15       [γ]έλλ[ο]υσ[ι δ][δοτ]αι, καὶ θεωροδόκον ἑλέσθαι Κώιων. ἡιρέθη Ἱππ[— c.10 —]Ịου.
II.16                 [․․4-5․․]ίων·
      [— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
face B.17 ψαφίσματα, ἃ ἐκόμισαν θεωροὶ Ἐπιδαύριος Νικάρχου, Φιλόφρων Δαρδά<ν>ου·
III.18       Νεοπολιτᾶν ἔχον 〚ἔχον〛 ἐπίσαμον ζώιδιον ἀνδρεῖον·
ἐπειδὴ παρὰ τῆς πόλεως τῆς Κώιων ἀρχιθέωρος παραγενόμενος Ἐπιδαύριος Νικάρ-
20       χου καὶ θεωροὶ Φιλόφρων Δαρδάνου καὶ Σιμίας Τιμασιφῶντος ἀνανεοῦνταί τε τὴν ο[ἰ]-
      κειότητα καὶ τὴν εὔνοιαν, ἣν ἔχουσα ἡ πόλις ἡ Κώιων διατελεῖ πρὸς τὴν πόλιν τὴν Νε-
      οπολιτῶν, καὶ ἐπαγγέλλουσι θυσίαν τῶι Ἀσκληπιῶι καὶ ἀγῶνα καὶ ἀξιοῦσιν τὸ ἱερὸν
      τοῦ Ἀσκληπιοῦ ἄσυλον παραδέξασθαι, τύχηι ἀγαθῆι, ἔδοξε τοῖς ἄρχουσι καὶ τῆ[ι]
      συνκλήτωι καὶ τῶι δήμωι· τήν τε οἰκειότητα καὶ τὴν εὔνοιαν τὴν τῆς πόλεως τῆς
25       Κώιων ἀποδέ<ξ>ασθαι καὶ τὴν θυσίαν καὶ τὸν ἀγῶνα τοῦ Ἀσκληπιοῦ συναύξειν·
      ὑπάρχειν δὲ καὶ τὸ ἱερὸν ἄσυλον· δοῦναι δὲ καὶ εἰς θυσίαν τῶι Ἀσκληπιῶι μνᾶς τρεῖς·
      καλέσαι δὲ τοὺς θεωροὺς ἐπὶ ξένια.           vacat
IV.28 Ἐλεατᾶν ἔχον ἐπίσαμον ζῶιον γυναικέον καθήμενον·
      ἔδοξε τοῖς ἄρχουσι καὶ τῶι δήμωι τῶι Ἐλεατῶν· ἐπειδὴ παρὰ τς πόλεως τῶν Κώιων
30       ἀρχιθέωρος παραγενόμενος Ἐπιδαύριος Νικάρχου [καὶ θεωροὶ Φιλόφρων Δαρδάνου, Σιμί]-
      ας Τιμασιφῶντος ἐπαγγέλλουσι τῶι Ἀσκλη[πιῶι θυσίαν καὶ ἀγῶνα καὶ ἀξιοῦσιν τὸ ἱερὸν]
      [τοῦ Ἀ]σκληπιοῦ ἄσυλον π[αραδέξασθαι — — — — — — — — — — — — — — — — — — —]
      [— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us