Decrees of five cities recognizing the asylia of the Asklepieion. Two non-joining fragments of a stele of white marble.
[ ]
Kos Isl. — Kos — Asklepieion — 242 BC — R. Herzog, G. Klaffenbach, Asylieurkunden (1952) 15, 6 (a) — K.J. Rigsby, Asylia (1996) 136, 25-27; 146, 45 (a) — SEG 51.1059 (b)
I.1 | Κασσανδρέων· |
οἱ στρατηγοὶ καὶ οἱ νομοφύλακες εἶπαν· ἐπειδ〚δ〛ὴ {²⁶ἐπειδὴ}²⁶ παραγεγένηνται θεωροὶ πα- | |
ρὰ τῆς Κώιων πόλεως ἐπαγγέλλοντες τὰ Ἀσκληπίεια καὶ τοὺς ἀγῶνας | |
τοὺς συντελουμένους ἐν αὐτοῖς καὶ τὴν ἐκεχειρίαν καὶ ἀπολογίζονται τὴν | |
5 | εὔνοιαν τῆς αὑτῶν πόλεως, ἣν ἔχουσα διατελεῖ πρός τε τὸμ βασιλέα Ἀν- |
τίγονον καὶ τὴν Κασσανδρέων πόλιν καὶ πρὸς τοὺς λοιποὺς Μακεδόνας | |
πάντας, καὶ ἀξιοῦσιν τὸ ἱερὸν τοῦ Ἀσκληπιοῦ τὸ παρ’ αὐτοῖς ἄσυλον εἶναι, | |
ἀγαθῆι τύχηι, δεδόχθαι τῆι βουλῆι· δέχεσθαι τὴν ἐπανγελίαν τῶν Ἀσ- | |
κληπιείων καὶ τοὺς ἀγῶνας καὶ τὴν ἐκεχειρίαν καὶ εἶναι τὸ ἱερὸν τοῦ Ἀσκληπι- | |
10 | οῦ ἄσυλον κατὰ τὴν τοῦ βασιλέως βούλησιν· ἐπαινέσαι δὲ τὴμ πόλιν τῶν Κώιων, |
διότι διατελεῖ πρόνοιαν ποιουμένη τῶν πρὸς τοὺς θεοὺς συντελουμένων | |
καλῶς καὶ ἐνδόξως καὶ τὴν ὑπάρχουσαν αὐτῆι εὔνοιαν διαφυλάσσει | |
πρός τε τὸμ βασιλέα Ἀντίγονον καὶ τὴν ἡμετέραν πόλιν καὶ Μακεδόνας πάν- | |
τας· δοῦναι δὲ τὸν ταμίαν τοῖς παραγεγενημένοις ξένιον τὸ διάταγμα τὸ | |
15 | ἐκ τοῦ νόμου· καλέσαι δὲ αὐτοὺς καὶ εἰς τὸ ἀρχηγέτειον· τὸ δὲ ἀνάλωμα |
τὸ εἰς ταῦτα δοῦναι τὸν ταμίαν. οἵδε ἐπήγγειλαν· Ἀριστόλοχος Ζμένδρω- | |
νος ἀρχιθέωρος, Μακαρεὺς Ἀράτου θεωρός. ἡ θυσία εἰς ἐνάτην σελήνην. | |
II.18 | Ἀμφιπολιτῶν· |
βασιλεύοντος Ἀντιγόνου ἔτους ἑνὸς καὶ τεσσαρακοστοῦ, ἐπιστάτου Ξενί- | |
20 | ου τοῦ Ὀργέως, ἐφ’ ἱερέως Λυσιμάχου· ψηφίσματα Γορπιαίου ἐνάτηι ἐπὶ δέκα· |
ἐπεὶ ὁ ἀποσταλεὶς ἀρχιθέωρος ὑπὸ τῆς Κώιων πόλεως Ἀριστόλοχος Ζμέν- | |
δρωνος καὶ μετ’ αὐτοῦ θεωρὸς Μακαρεὺς Ἀράτου ἐπελθόντες ἐπὶ τὴν ἐκλη- | |
σίαν τήν τε οἰκειότητα ἀνενεώσαντο τὴν ὑπάρχουσαν Κώιοις πρὸς Μακε- | |
δόνας καὶ τὴν εὔνοιαν ἐνεφάνιζον, ἣν ἔχουσα διατελεῖ ἡ πόλις πρός τε | |
25 | τὸμ βασιλέα Ἀντίγονον καὶ πρὸς Μακεδόνας, ἐπηγγέλλοσαν δὲ καὶ τὰ Ἀσκλη- |
πίεια τὰ γεινόμενα παρ’ αὐτοῖς καὶ τὴν ἐκεχειρίαν καὶ ἠξίουν τὸ ἱερὸν τοῦ Ἀσ- | |
κληπιοῦ τὸ ἐν Κῶι ἄσυλον εἶναι, δεδόχθαι τῆι πόλει τῆι Ἀμφιπολιτῶν· τήν τε | |
ἐπαγγελίαν τῶν Ἀσκληπιείων καὶ τὴν ἐκεχειρίαν προσδέξασθαι καὶ ἐπαι- | |
νέσαι αὐτοὺς ἐπί τε ταῖς τιμαῖς, αἷς συντελοῦσι τοῖς θεοῖς, καὶ ἐπὶ τῆι εὐ- | |
30 | νοίαι τῆι πρὸς τὸμ βασιλέα Ἀντίγονον καὶ πρὸς Μακεδόνας· εἶναι δὲ καὶ τὸ ἱε- |
ρὸν ἄσυλον, καθάπερ καὶ ὁ βασι<λ>εὺς Ἀντίγονος προαιρεῖται· δοῦναι δὲ καὶ | |
τοὺς ἄρχοντας ξένιον τοῖς θεωροῖς, ὅσον καὶ τοῖς τὰ Πύθια ἐπαγγέλλουσι | |
δίδοται· εἶναι δὲ καὶ θεωροδόκον τῆς θεωρίας τῆς Κώιων Διονύσιον Ἐπιγένου. | |
ἐψηφίσθη παραπάσαις. | |
III.35 | Φιλίππων· |
ἱ̣ερῶν· ὑπὲρ τῆς ἐκ Κῶ θεωρίας, γνώμη τῆς ἐκλησίας· ἐπειδὴ ἡ πόλις ἡ Κώιων κατὰ | |
τὰ πάτρια καὶ κατὰ τὴμ μαντείαν τὸ ἱερὸν τοῦ Ἀσκληπιοῦ ἀπέσταλκεν ἀρχι- | |
θέωρον Ἀριστόλοχον Ζμένδρωνος καὶ θεωρὸν μετ’ αὐτοῦ Μακαρέα Ἀράτου | |
ἐπαγγέλλοντας τήν τε θυσίαν τῶι Ἀσκληπιῶι καὶ τὴν ἐκεχειρίαν, οἵτινες ἐπελ- | |
40 | θόντες ἐπὶ τὴν ἐκλησίαν τὴν οἰκειότητα τὴν ὑπάρχουσαν τῆι πόλει τῆι Κώιων |
πρὸς τὴμ πόλιν τὴν Φιλίππων καὶ πρὸς τὸμ βασιλέα Ἀντίγονον καὶ πρὸς τοὺς ἄλ- | |
λους Ἕλληνας καὶ Μακεδόνας ἐνεφάν[ι]σαν καὶ ἀνενεώσαντο, ἠξίουν δὲ 〚κα[ὶ]〛 | |
τὸ ἱερὸν ἄσυλον εἶναι, ἀγαθῆι τύχηι, δεδόχθαι τῆι ἐκλησίαι· δέχεσθαι τὴμ πόλιν | |
τήν τε ἐπαγγελίαν τὴν τῶν Ἀσκληπιείων τῶν ἐν Κῶι καὶ τὴν ἐκεχειρίαν, κα- | |
45 | θάπερ ἐπαγγέλλουσιν οἱ θεωρ[οί]· ἐπαινέσαι δὲ καὶ τὴμ πόλιν τὴν Κώιων ἐπὶ ταῖς |
τιμαῖς, αἷς συντελεῖ τοῖς θεοῖς, καὶ ἐπὶ τῆι εὐνοίαι τῆι τε πρὸς τὸμ βασιλέα Ἀντί- | |
γονον καὶ τὴμ πόλιν τὴν Φιλίππων καὶ τοὺς ἄλλους Ἕλληνας καὶ Μακεδόνας· δοῦ- | |
ναι δὲ καὶ τὸ ἱερὸν τοῦ Ἀσκληπιοῦ τὸ ἐν Κῶι ἄσυλον, καθάπερ καὶ ὁ βασιλεὺς Ἀντίγο- | |
νος προαιρεῖται· δοῦναι δὲ τὸν ταμίαν τοῖς θεωροῖς ὑπὲρ τῆς πόλεως εἰς ξένια, | |
50 | <⁶¹ὅσ>⁶¹ον καὶ τοῖς τὰ Πύθια ἐπαγγέλλουσιν δίδοται ἐν τῶι νόμωι γέγραπται· καλέσαι δὲ |
τοὺς θεωροὺς καὶ ἐπὶ τὰ ἱερὰ ὑπὲρ τῆς πόλεως τὸν ἄρχοντα εἰς τὸ πρυτανεῖον· τὸν | |
δὲ ταμίαν δοῦναι τῶι ἄρχοντι ὑπὲρ ἑκατέρου αὐτῶν ἀργύριον τὸ ἐκ τοῦ νόμου· ὅπως | |
δ’ ἂν ἀσφαλῶς ἀποσταλῶσιν εἰς Νέαν Πόλιν, τοὺς στρατηγοὺς συμπέμψαι αὐτοῖς | |
τοὺς ξένους <σ>τρατιώτας τοὺς παρὰ τῆι πόλει μισθοφοροῦντας· εἶναι δὲ καὶ θεωροδόκον | |
55 | τ̣ῆς ἐκ Κῶ παραγινομένης θεωρίας τὸν ὑποδεδεγμένον τὴν θεωρίαν Ἡρακλεόδωρον Ἀριστίωνο[ς]. |
IV.56 | [Κορ]κυραίων ἔχον ἐπίσαμο<ν> γρῦπα· |
[πρύτανις — — c.10 — —], μεὶς Πάναμος, ἁμέρα τρίτα ἐπὶ δέκα, προστάτας Νίκαρχος Τιμο̣- | |
[— — — — — — — — — — — — — — — — — — — — — — — — —] τῶν Κώιων τὰν θυσίαν καὶ | |
[— — — — — — — — — — — — — — — — — — — — — — — — — ἐπὶ σ]ω̣τηρίαι τᾶς πόλιος [— —] | |
60 | [— — — — — — — — — — — — — — — — — — — — — τὰν ἀσυλίαν] τ̣οῦ ἱε̣[ροῦ τοῦ Ἀσκλαπι]- |
[οῦ — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —] | |
lacuna | |
62 | Ε․․[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —] |
ωρος [— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]. | |
V.64 | Λευ[καδίων ἔχον ἐπίσαμον — — — — — — — — — — — — — — — — — — — — — — — — —]· |
65 | βασιλεύοντος Ἀλ[εξάνδρου ἔτους — — — — —, — — — — — — — — — —, μηνὸς — — — ἕ]- |
κται ἐφ’ ἱκάδι, ἀγαθᾶι [τύχαι· — — — — — — — — — — — — — — — — — — — — — — — —] | |
με̣ν Πεισανδρο[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — τὰν] | |
ἐκεχειρίαν τοῦ [Ἀσκλαπιοῦ — — — — — — — — — — — — — — — — — — — — — — — — —] | |
ων τάν τε ἐκεχ[ειρίαν καὶ — — — — — — — — — — — — — — — — —, καθάπερ καὶ ὁ βασι]- | |
70 | λεὺς Ἀλέξανδ[ρος προαιρεῖται — — — — — — — — — — — — — — — — — — — — — — —] |
ἐνέστιον καὶ Ε[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]. | |
vacat 0,035 |