[ ]
Kos Isl. — Asklepieion — Decree of Kassandreia — 242 BC — Asylieurkunden aus Kos (1952) 15, 6 — SEG 12.373, ll. 1-17
See also:
| 1 | Κασσανδρέων. |
| οἱ στρατηγοὶ καὶ οἱ νομοφύλακες εἶπαν· ἐπειδ〚δ〛ὴ {²⁶ἐπειδὴ}²⁶ παραγεγένηνται θεωροὶ πα- | |
| ρὰ τῆς Κώιων πόλεως ἐπαγγέλλοντες τὰ Ἀσκληπίεια καὶ τοὺς ἀγῶνας | |
| τοὺς συντελουμένους ἐν αὐτοῖς καὶ τὴν ἐκεχειρίαν, καὶ ἀπολογίζονται τὴν | |
| 5 | εὔνοιαν τῆς αὑτῶν πόλεως ἣν ἔχουσα διατελεῖ πρός τε τὸμ βασιλέα Ἀν- |
| τίγονον καὶ τὴν Κασσανδρέων πόλιν καὶ πρὸς τοὺς λοιποὺς Μακεδόνας | |
| πάντας, καὶ ἀξιοῦσιν τὸ ἱερὸν τοῦ Ἀσκληπιοῦ τὸ παρ’ αὐτοῖς ἄσυλον εἶναι, | |
| ἀγαθῆι τύχηι, δεδόχθαι τῆι βουλῆι δέχεσθαι τὴν ἐπανγελίαν τῶν Ἀσ- | |
| κληπιείων καὶ τοὺς ἀγῶνας καὶ τὴν ἐκεχειρίαν καὶ εἶναι τὸ ἱερὸν τοῦ Ἀσκληπι- | |
| 10 | οῦ ἄσυλον κατὰ τὴν τοῦ βασιλέως βούλησιν· ἐπαινέσαι δὲ τὴμ πόλιν τῶν Κώιων, |
| διότι διατελεῖ πρόνοιαν ποιουμένη τῶν πρὸς τοὺς θεοὺς συντελουμένων | |
| καλῶς καὶ ἐνδόξως καὶ τὴν ὑπάρχουσαν αὐτῆι εὔνοιαν διαφυλάσσει | |
| πρός τε τὸμ βασιλέα Ἀντίγονον καὶ τὴν ἡμετέραν πόλιν καὶ Μακεδόνας πάν- | |
| τας· δοῦναι δὲ τὸν ταμίαν τοῖς παραγεγενημένοις ξένιον τὸ διάταγμα τὸ | |
| 15 | ἐκ τοῦ νόμου· καλέσαι δὲ αὐτοὺς καὶ εἰς τὸ ἀρχηγέτειον· τὸ δὲ ἀνάλωμα |
| τὸ εἰς ταῦτα δοῦναι τὸν ταμίαν. οἵδε ἐπήγγειλαν· Ἀριστόλοχος Ζμένδρω- | |
| νος ἀρχιθέωρος, Μακαρεὺς Ἀράτου θεωρός· ἡ θυσία εἰς ἐνάτην σελήνην. |