Decrees of five cities recognizing the asylia of the Asklepieion.  Two non-joining fragments of a stele of white marble.
[ ] Kos Isl. — Kos — Asklepieion — 242 BC — R. Herzog, G. Klaffenbach, Asylieurkunden (1952) 15, 6 (a) — K.J. Rigsby, Asylia (1996) 136, 25-27; 146, 45 (a) — SEG 51.1059 (b)
I.1                         Κασσανδρέων·
οἱ στρατηγοὶ καὶ οἱ νομοφύλακες εἶπαν· ἐπειδ〚δ〛ὴ {²⁶ἐπειδὴ}²⁶ παραγεγένηνται θεωροὶ πα-
     ρὰ τῆς Κώιων πόλεως ἐπαγγέλλοντες τὰ Ἀσκληπίεια καὶ τοὺς ἀγῶνας
     τοὺς συντελουμένους ἐν αὐτοῖς καὶ τὴν ἐκεχειρίαν καὶ ἀπολογίζονται τὴν
5      εὔνοιαν τῆς αὑτῶν πόλεως, ἣν ἔχουσα διατελεῖ πρός τε τὸμ βασιλέα Ἀν-
     τίγονον καὶ τὴν Κασσανδρέων πόλιν καὶ πρὸς τος λοιποὺς Μακεδόνας
     πάντας, καὶ ἀξιοῦσιν τὸ ἱερὸν τοῦ Ἀσκληπιοῦ τὸ παρ’ αὐτοῖς ἄσυλον εἶναι,
     ἀγαθῆι τύχηι, δεδόχθαι τῆι βουλῆι· δέχεσθαι τὴν ἐπανγελίαν τῶν Ἀσ-
     κληπιείων καὶ τοὺς ἀγῶνας καὶ τὴν ἐκεχειρίαν καὶ εἶναι τὸ ἱερὸν τοῦ Ἀσκληπι-
10      οῦ ἄσυλον κατὰ τὴν τοῦ βασιλέως βούλησιν· ἐπαινέσαι δὲ τὴμ πόλιν τῶν Κώιων,
     διότι διατελεῖ πρόνοιαν ποιουμένη τῶν πρὸς τοὺς θεοὺς συντελουμένων
     καλῶς καὶ ἐνδόξως καὶ τὴν ὑπάρχουσαν αὐτῆι εὔνοιαν διαφυλάσσει
     πρός τε τὸμ βασιλέα Ἀντίγονον καὶ τὴν ἡμετέραν πόλιν καὶ Μακεδόνας πάν-
     τας· δοῦναι δὲ τὸν ταμίαν τοῖς παραγεγενημένοις ξένιον τὸ διάταγμα τὸ
15      ἐκ τοῦ νόμου· καλέσαι δὲ αὐτοὺς καὶ εἰς τὸ ἀρχηγέτειον· τὸ δὲ ἀνάλωμα
     τὸ εἰς ταῦτα δοῦναι τὸν ταμίαν. οἵδε ἐπήγγειλαν· Ἀριστόλοχος Ζμένδρω-
     νος ἀρχιθέωρος, Μακαρεὺς Ἀράτου θεωρός. ἡ θυσία εἰς ἐνάτην σελήνην.
II.18                  Ἀμφιπολιτῶν·
βασιλεύοντος Ἀντιγόνου ἔτους ἑνὸς καὶ τεσσαρακοστοῦ, ἐπιστάτου Ξενί-
20       ου τοῦ Ὀργέως, ἐφ’ ἱερέως Λυσιμάχου· ψηφίσματα Γορπιαίου ἐνάτηι ἐπὶ δέκα·
      ἐπεὶ ὁ ἀποσταλεὶς ἀρχιθέωρος ὑπὸ τῆς Κώιων πόλεως Ἀριστόλοχος Ζμέν-
      δρωνος καὶ μετ’ αὐτοῦ θεωρὸς Μακαρεὺς Ἀράτου ἐπελθόντες ἐπὶ τὴν ἐκλη-
      σίαν τήν τε οἰκειότητα ἀνενεώσαντο τὴν ὑπάρχουσαν Κώιοις πρὸς Μακε-
      δόνας καὶ τὴν εὔνοιαν ἐνεφάνιζον, ἣν ἔχουσα διατελεῖ ἡ πόλις πρός τε
25       τὸμ βασιλέα Ἀντίγονον καὶ πρὸς Μακεδόνας, ἐπηγγέλλοσαν δὲ καὶ τὰ Ἀσκλη-
      πίεια τὰ γεινόμενα παρ’ αὐτοῖς καὶ τὴν ἐκεχειρίαν καὶ ἠξίουν τὸ ἱερὸν τοῦ Ἀσ-
      κληπιοῦ τὸ ἐν Κῶι ἄσυλον εἶναι, δεδόχθαι τῆι πόλει τῆι Ἀμφιπολιτῶν· τήν τε
      ἐπαγγελίαν τῶν Ἀσκληπιείων καὶ τὴν ἐκεχειρίαν προσδέξασθαι καὶ ἐπαι-
      νέσαι αὐτοὺς ἐπί τε ταῖς τιμαῖς, αἷς συντελοῦσι τοῖς θεοῖς, καὶ ἐπὶ τῆι εὐ-
30       νοίαι τῆι πρὸς τὸμ βασιλέα Ἀντίγονον καὶ πρὸς Μακεδόνας· εἶναι δὲ καὶ τὸ ἱε-
      ρὸν ἄσυλον, καθάπερ καὶ ὁ βασι<λ>εὺς Ἀντίγονος προαιρεῖται· δοῦναι δὲ καὶ
      τοὺς ἄρχοντας ξένιον τοῖς θεωροῖς, ὅσον καὶ τοῖς τὰ Πύθια ἐπαγγέλλουσι
      δίδοται· εἶναι δὲ καὶ θεωροδόκον τῆς θεωρίας τῆς Κώιων Διονύσιον Ἐπιγένου.
      ἐψηφίσθη παραπάσαις.
III.35                       Φιλίππων·
ἱ̣ερῶν· ὑπὲρ τῆς ἐκ Κῶ θεωρίας, γνώμη τῆς ἐκλησίας· ἐπειδὴ ἡ πόλις ἡ Κώιων κατὰ
       τὰ πάτρια καὶ κατὰ τὴμ μαντείαν τὸ ἱερὸν τοῦ Ἀσκληπιοῦ ἀπέσταλκεν ἀρχι-
       θέωρον Ἀριστόλοχον Ζμένδρωνος καὶ θεωρὸν μετ’ αὐτοῦ Μακαρέα Ἀράτου
       ἐπαγγέλλοντας τήν τε θυσίαν τῶι Ἀσκληπιῶι καὶ τὴν ἐκεχειρίαν, οἵτινες ἐπελ-
40        θόντες ἐπὶ τὴν ἐκλησίαν τὴν οἰκειότητα τὴν ὑπάρχουσαν τῆι πόλει τῆι Κώιων
       πρὸς τὴμ πόλιν τὴν Φιλίππων καὶ πρὸς τὸμ βασιλέα Ἀντίγονον καὶ πρὸς τοὺς ἄλ-
       λους Ἕλληνας καὶ Μακεδόνας ἐνεφάν[ι]σαν καὶ ἀνενεώσαντο, ἠξίουν δὲ 〚κα[ὶ]
       τὸ ἱερὸν ἄσυλον εἶναι, ἀγαθῆι τύχηι, δεδόχθαι τῆι ἐκλησίαι· δέχεσθαι τὴμ πόλιν
       τήν τε ἐπαγγελίαν τὴν τῶν Ἀσκληπιείων τῶν ἐν Κῶι καὶ τὴν ἐκεχειρίαν, κα-
45        θάπερ ἐπαγγέλλουσιν οἱ θεωρ[οί]· ἐπαινέσαι δὲ καὶ τὴμ πόλιν τὴν Κώιων ἐπὶ ταῖς
       τιμαῖς, αἷς συντελεῖ τοῖς θεοῖς, καὶ ἐπὶ τῆι εὐνοίαι τῆι τε πρὸς τὸμ βασιλέα Ἀντί-
       γονον καὶ τὴμ πόλιν τὴν Φιλίππων καὶ τοὺς ἄλλους Ἕλληνας καὶ Μακεδόνας· δοῦ-
       ναι δὲ καὶ τὸ ἱερὸν τοῦ Ἀσκληπιοῦ τὸ ἐν Κῶι ἄσυλον, καθάπερ καὶ ὁ βασιλεὺς Ἀντίγο-
       νος προαιρεῖται· δοῦναι δὲ τὸν ταμίαν τοῖς θεωροῖς ὑπὲρ τῆς πόλεως εἰς ξένια,
50        <⁶¹ὅσ>⁶¹ον καὶ τοῖς τὰ Πύθια ἐπαγγέλλουσιν δίδοται ἐν τῶι νόμωι γέγραπται· καλέσαι δὲ
       τοὺς θεωροὺς καὶ ἐπὶ τὰ ἱερὰ ὑπὲρ τῆς πόλεως τὸν ἄρχοντα εἰς τὸ πρυτανεῖον· τὸν
       δὲ ταμίαν δοῦναι τῶι ἄρχοντι ὑπὲρ ἑκατέρου αὐτῶν ἀργύριον τὸ ἐκ τοῦ νόμου· ὅπως
       δ’ ἂν ἀσφαλῶς ἀποσταλῶσιν εἰς Νέαν Πόλιν, τοὺς στρατηγοὺς συμπέμψαι αὐτοῖς
       τοὺς ξένους <σ>τρατιώτας τοὺς παρὰ τῆι πόλει μισθοφοροῦντας· εἶναι δὲ καὶ θεωροδόκον
55        τ̣ῆς ἐκ Κῶ παραγινομένης θεωρίας τὸν ὑποδεδεγμένον τὴν θεωρίαν Ἡρακλεόδωρον Ἀριστίωνο[ς].
IV.56 [Κορ]κυραίων ἔχον ἐπίσαμο<ν> γρῦπα·
    [πρύτανις — — c.10 — —], μεὶς Πάναμος, ἁμέρα τρίτα ἐπὶ δέκα, προστάτας Νίκαρχος Τιμο̣-
    [— — — — — — — — — — — — — — — — — — — — — — — — —] τῶν Κώιων τὰν θυσίαν καὶ
    [— — — — — — — — — — — — — — — — — — — — — — — — — ἐπὶ σ]ω̣τηρίαι τᾶς πόλιος [— —]
60     [— — — — — — — — — — — — — — — — — — — — — τὰν ἀσυλίαν] τ̣οῦ ἱε̣[ροῦ τοῦ Ἀσκλαπι]-
    [οῦ — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
                                                                lacuna
62     Ε․․[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
    ωρος [— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —].
V.64 Λευ[καδίων ἔχον ἐπίσαμον — — — — — — — — — — — — — — — — — — — — — — — — —]·
65     βασιλεύοντος Ἀλ[εξάνδρου ἔτους — — — — —, — — — — — — — — — —, μηνὸς — — — ἕ]-
    κται ἐφ’ ἱκάδι, ἀγαθᾶι [τύχαι· — — — — — — — — — — — — — — — — — — — — — — — —]
    με̣ν Πεισανδρο[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — τὰν]
    ἐκεχειρίαν τοῦ [Ἀσκλαπιοῦ — — — — — — — — — — — — — — — — — — — — — — — — —]
    ων τάν τε ἐκεχ[ειρίαν καὶ — — — — — — — — — — — — — — — — —, καθάπερ καὶ ὁ βασι]-
70     λεὺς Ἀλέξανδ[ρος προαιρεῖται — — — — — — — — — — — — — — — — — — — — — — —]
    ἐνέστιον καὶ Ε[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —].
    vacat 0,035
Search Help
Contact Us