Letter of King Ziaëlas of Bithynia recognizing the asylia of the Asklepieion. Triangular stele of bluish marble, in two joining fragments; four inscriptions on three faces (nos. 208-211).
[ ]
Kos Isl. — Kos — Asklepieion — 242 BC — MDAI(A) 30 (1905) 173-182 — TAM IV,1 1 — K.J. Rigsby, Asylia (1996) 118, 11
See also:
face A.1 | βασιλεὺς v Βιθυνῶν Ζιαήλας |
Κώιων τῆι βουλῆι καὶ τῶι δήμ- | |
ωι χαίρειν· vac. Διόγειτος, Ἀριστό- | |
λοχος, Θεύδοτος οἱ παρ’ ὑμῶν | |
5 | παραγενόμενοι ἠξίουν τὸ ἱερὸν |
τοῦ Ἀσκληπιοῦ τὸ ἱδρυμένον πα- | |
ρ’ ὑμῖν ἀποδέξασθαι ἄσυλον καὶ | |
τὰ λοιπὰ φιλανθρωπεῖν τῆι πό- | |
λει, καθόπερ καὶ Νικομήδης ὁ | |
10 | πατὴρ ἡμῶν εὐνόως διέκει- |
το τῶι δήμωι· v ἡμεῖς δὲ πάν- | |
των μὲν τῶν ἀφικνουμένω<ν> | |
πρὸς ἡμᾶς Ἑλλήνων τυγχάνο- | |
μεν τὴν ἐπιμέλειαν ποιούμε- | |
15 | νοι, πεπεισμένοι πρὸς δόξαν οὐ |
μικρὸν συμβάλλεσθαι τὸ μέρος | |
τοῦτο· v πολὺ δὴ μάλιστα τῶν | |
πατρικῶν φίλων διατελοῦ- | |
μεν πολυωροῦντες καὶ ὑμῶν | |
20 | διὰ τὴν πρὸς τὸμ πατέρα <ἡ>μῶν |
ὑπάρχουσαν πρὸς τὸν ὑμέτε- | |
ρον δῆμον γνῶσιν καὶ διὰ τὸ | |
τὸμ βασιλέα Πτολεμαῖον | |
οἰκείως διακεῖσθαι τὰ πρὸς ὑμᾶς, | |
25 | ὄντα ἡμέτερον φίλον καὶ σύμ- |
μαχον v ἔτι δὲ καὶ τοὺς παρ’ ὑμῶν | |
ἀπεσταλμένους φιλοτιμότε- | |
ρον ἀπολογίσασθαι τὴν εὔνοιαν | |
ἣν ἔχετε εἰς ἡμᾶς, ἔν τε τοῖς λοι- | |
30 | ποῖς καθὸ ἂν ἡμᾶς ἀξιῶτε, πειρασό- |
μεθα καὶ ἰδίαι ἑκάστωι καὶ κοι- | |
νῆι πᾶσι φιλανθρωπεῖν καθ’ ὅσον | |
ἡμεῖς δυνατοί ἐσμεν, vac. καὶ τῶν | |
πλειόντων τὴν θάλασσαν, | |
35 | ὅσοι ἂν τυγχάνωσιν τῶν ὑμε- |
τέρων προσβάλλοντες τοῖς | |
τόποις ὧν ἡμεῖς κρατοῦμεν, | |
φροντίζειν ὅπως ἡ ἀσφάλει[α] | |
αὐτοῖς ὑπάρχῃ· κατὰ ταὐτὰ [δὲ] | |
40 | καὶ οἷς ἂν συμβῇ πταίματός [τι]- |
νος γενομένου κατὰ πλοῦν | |
προσπεσεῖν πρὸς τὴν ἡμετέ[ραν], | |
πᾶσαν σπουδὴν ποιεῖσθαι, ἵν[α] | |
μηδ’ ὑφ’ ἑνὸς ἀδικῶνται· ἀποδ[εχό]- | |
45 | μεθα δὲ καὶ τὸ ἱερὸν ἄσυλον κ[αθό]- |
περ ὤιεσθε δεῖν, καὶ Διογείτωι [καὶ] | |
Ἀριστολόχωι καὶ Θευδότωι πε[ρὶ] | |
τῶν τούτων καὶ τῶν ἄλλω[ν ὧν] | |
ἠβουλόμεθα, ἐντέταλμαι ἀν̣[αγ]- | |
50 | γεῖλαι ὑμεῖν. vacat ἔρρωσθε. |
vacat 0,30 |