Letter of King Ziaëlas of Bithynia recognizing the asylia of the Asklepieion.  Triangular stele of bluish marble, in two joining fragments; four inscriptions on three faces (nos. 208-211).
[ ] Kos Isl. — Kos — Asklepieion — 242 BC — MDAI(A) 30 (1905) 173-182 — TAM IV,1 1 — K.J. Rigsby, Asylia (1996) 118, 11
See also:
face A.1 βασιλεὺς v Βιθυνῶν Ζιαήλας
Κώιων τῆι βουλῆι καὶ τῶι δήμ-
ωι χαίρειν· vac. Διόγειτος, Ἀριστό-
λοχος, Θεύδοτος οἱ παρ’ ὑμῶν
5 παραγενόμενοι ἠξίουν τὸ ἱερὸν
τοῦ Ἀσκληπιοῦ τὸ ἱδρυμένον πα-
ρ’ ὑμῖν ἀποδέξασθαι ἄσυλον καὶ
τὰ λοιπὰ φιλανθρωπεῖν τῆι πό-
λει, καθόπερ καὶ Νικομήδης ὁ
10 πατὴρ ἡμῶν εὐνόως διέκει-
το τῶι δήμωι· v ἡμεῖς δὲ πάν-
των μὲν τῶν ἀφικνουμένω<ν>
πρὸς ἡμᾶς Ἑλλήνων τυγχάνο-
μεν τὴν ἐπιμέλειαν ποιούμε-
15 νοι, πεπεισμένοι πρὸς δόξαν οὐ
μικρὸν συμβάλλεσθαι τὸ μέρος
τοῦτο· v πολὺ δὴ μάλιστα τῶν
πατρικῶν φίλων διατελοῦ-
μεν πολυωροῦντες καὶ ὑμῶν
20 διὰ τὴν πρὸς τὸμ πατέρα <ἡ>μῶν
ὑπάρχουσαν πρὸς τὸν ὑμέτε-
ρον δῆμον γνῶσιν καὶ διὰ τὸ
τὸμ βασιλέα Πτολεμαῖον
οἰκείως διακεῖσθαι τὰ πρὸς ὑμᾶς,
25 ὄντα ἡμέτερον φίλον καὶ σύμ-
μαχον v ἔτι δὲ καὶ τοὺς παρ’ ὑμῶν
ἀπεσταλμένους φιλοτιμότε-
ρον ἀπολογίσασθαι τὴν εὔνοιαν
ἣν ἔχετε εἰς ἡμᾶς, ἔν τε τοῖς λοι-
30 ποῖς καθὸ ἂν ἡμᾶς ἀξιῶτε, πειρασό-
μεθα καὶ ἰδίαι ἑκάστωι καὶ κοι-
νῆι πᾶσι φιλανθρωπεῖν καθ’ ὅσον
ἡμεῖς δυνατοί ἐσμεν, vac. καὶ τῶν
πλειόντων τὴν θάλασσαν,
35 ὅσοι ἂν τυγχάνωσιν τῶν ὑμε-
τέρων προσβάλλοντες τοῖς
τόποις ὧν ἡμεῖς κρατοῦμεν,
φροντίζειν ὅπως ἡ ἀσφάλει[α]
αὐτοῖς ὑπάρχῃ· κατὰ ταὐτὰ [δὲ]
40 καὶ οἷς ἂν συμβῇ πταίματός [τι]-
νος γενομένου κατὰ πλοῦν
προσπεσεῖν πρὸς τὴν ἡμετέ[ραν],
πᾶσαν σπουδὴν ποιεῖσθαι, ἵν[α]
μηδ’ ὑφ’ ἑνὸς ἀδικῶνται· ἀποδ[εχό]-
45 μεθα δὲ καὶ τὸ ἱερὸν ἄσυλον κ[αθό]-
περ ὤιεσθε δεῖν, καὶ Διογείτωι [καὶ]
Ἀριστολόχωι καὶ Θευδότωι πε[ρὶ]
τῶν τούτων καὶ τῶν ἄλλω[ν ὧν]
ἠβουλόμεθα, ἐντέταλμαι ἀν̣[αγ]-
50 γεῖλαι ὑμεῖν. vacat ἔρρωσθε.
             vacat 0,30
Search Help