Honorific decree of Iasos for Teleutias of Kos.  Stele of white marble, in three joining fragments; recut at the top, bottom, and right.
[ ] Kos Isl. — Kos — ca. 150-100 BC — BCH 11 (1887) 76, 6 (ab) — IK Iasos I 51 (a-c) — M. Segre, Iscr. di Cos (1993) ED 133 (a-c)
                         vacat
ἔδοξε τῇ βουλῇ καὶ τῶι δήμωι, πρυτάνεων
γνώμηι· περὶ ὧν ἐπῆλθον προστάται καὶ στρα-
τηγοί· ἐπειδὴ Τελευτίας Θευδώρου Κῶιος
ἀνὴρ καλὸς καὶ ἀγαθός ἐστιν εἰς τὴν πόλιν
5 καὶ ἰδίαι τε τοῖς ἐντυνχάνουσι τῶν πολιτ<ῶ>ν
εὐχρηστῶν διατελεῖ καὶ κατὰ κοινὸν παντὶ
τῶι δήμωι εὔνους ὑπάρχει, ἀεί τι καὶ λέγων
καὶ πράσσων ὑπὲρ τοῦ πλήθους, ἵνα ἐπαινεθῇ
τε ὑπὸ τῆς βουλῆς καὶ τοῦ δήμου καὶ στεφανω̣-
10 θῇ χρυσῶι στεφάνωι ἀπὸ πλήθους ὅσου
πλίστου ἔξεστι ἐκ τῶν νόμων, γένηται δὲ
καὶ πρόξενος τῆς πό<λ>εως, δοθῆι δὲ αὐτῶι κα[ὶ]
πολιτεία 〚ν〛 μετέχοντι πάντων ὧν καὶ τοῖς ἄλ-
λοις πολίταις μέτεστιν, τὰ δὲ αὐτὰ ὑπάρχῃ τίμ[ι]-
15 α καὶ τοῖς ἐκγόνοις αὐτοῦ, ὑπάρχῃ δὲ αὐτῷ καὶ
προεδρία ἐν τοῖς ἀγῶσι πᾶσι οἷς ἡ πόλις τίθ[η]-
σι, καὶ ἵνα ὁ ἀγωνοθέτης ἐπιμελὲς ποιήσητα̣[ι]
ὅπως ἀνανγελ<⁶¹ῇ ὁ στέ>⁶¹φανος, ὧι τετίμη-
ται Τελευτίας, ἐν τοῖς πρώτοις Διονυσίο[ις],
20 δεδόχθαι Ἰασεῦσι· ἐπαινέσαι Τελευτίαν
Θευδώρου Κῶιον εὐνοίας ἕνεκε τῆς εἰς τὴν [πό]-
λιν καὶ στεφανῶσαι χρυσέωι στεφάνωι̣ [ἀπὸ]
πλήθους ὅσου πλείστου ἔξεστιν ἐκ τῶν ν[ό]-
μων ἀρετῆς ἕνεκεν καὶ εὐνοίας τῆς ε%⁸¹ἰ[ς]
25 τὸ πλῆθος τὸ Ἰασέων, εἶναι δὲ καὶ προεδρίαν ἐ[ν]
τοῖς ἀγῶσι πᾶσι, ὑπάρχειν δὲ αὐτὸν καὶ πρόξεν[ον]
τῆς πόλεως, δεδόσθαι δὲ αὐτῶι καὶ πολιτείαν μ[ε]-
τέχοντι πάντων ὧν καὶ τοῖς ἄλλοις πολίταις μέ-
τεστι, ἐπικληρῶσαι δὲ αὐτὸν καὶ ἐπὶ φυλὴν ἐν τ[οῖς]
30 ἐννόμοις χρόνοις, τὰ δὲ αὐτὰ ὑπάρχειν καὶ τοῖς ἐκ̣[γό]-
νοις αὐτοῦ, τὸν δὲ ἀγωνοθέτην ἐπιμελὲς ποή]-
σασθαι ὅπως ἀνανγελῇ ὁ στέφανος, ὧι τετίμη[ται]
Τελευτίας, τῆς ἀνανγελίας γινομένης ἐν
τοῖ<ς> πρῶτοις Διονυσίοις μετὰ τὴν πομπήν· ἵνα [δὲ]
35 καὶ Κῶιοι εἰδήσωσι τὴν Τελευτία καλοκἀγαθίαν [καὶ]
τὴν Ἰασέων εὐχαριστίαν, ἑλέσθαι πρεσβευτ[ήν],
τὸν δὲ αἱρεθέντα ἀφικόμενον πρὸς Κώιους πε[ρί τε]
τῆς Τελευτία καλοκἀγαθίας καὶ τῆς πρὸς τὸ%⁸⁰ν [δῆ]-
μον εὐνοίας ἐνφανίσα[ι καὶ πα]ρακαλεῖν οἰκήου̣[ς]
40 καὶ φίλους καὶ συμμά[χους ὑπάρχ]οντας τῆς πό[λ]-
[εω]ς̣ φ̣ι̣λ̣ο̣φ̣ρό̣νω̣ς ἀ̣π[οδέξασθαι τὰ] ἐψηφισμέν[α — —]
[— — — — — — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us