[ ]
Kos Isl. — Prov. unkn. [decree of Iasos] — 2nd c. BC — SEG 27.517+ — IK Iasos 51 — cf. BE (1995) 448
See also:
| 1 | ἔδοξε τῇ βουλῇ καὶ τῶι δήμωι· πρυτάνεων |
| γνώμη, περὶ ὧν ἐπῆλθον προστάται καὶ στρα- | |
| τηγοί· ἐπειδὴ Τελευτίας Θευδώρου Κῶιος | |
| ἀνὴρ καλὸς καὶ ἀγαθός ἐστιν εἰς τὴν πόλιν | |
| 5 | καὶ ἰδίαι τε τοῖς ἐντυνχάνουσιν τῶν πολιτ<ῶ>ν̣ |
| εὐχρηστῶν διατελεῖ καὶ κατὰ κοινὸν παντὶ | |
| τῶι δήμωι εὔνους ὑπάρχει, ἀεί τι καὶ λέγων | |
| καὶ πράσσων ὑπὲρ τοῦ πλήθους, ἵνα ἐπαινεθῇ | |
| τε ὑπὸ τῆς βουλῆς καὶ τοῦ δήμου καὶ στεφανω̣- | |
| 10 | θῇ χρυσῶι στεφάνωι ἀπὸ πλήθους ὅσου |
| πλίστου ἔξεστι ἐκ τῶν νόμων, γένηται δὲ | |
| καὶ πρόξενος τῆς πόλεως, δοθῆι δὲ αὐτῶι κα[ὶ] | |
| πολιτεία μετέχοντι πάντων ὧν καὶ τοῖς ἄ[λ]- | |
| λοις πολίταις μέτεστιν, τὰ δὲ αὐτὰ ὑπάρχῃ τιμ[ί]- | |
| 15 | α καὶ τοῖς ἐκγόνοις αὐτοῦ, ὑπάρχῃ δὲ αὐτῶι καὶ |
| προεδρία ἐν τοῖς ἀγῶσι πᾶσι οἷς ἡ πόλις τίθ[η]- | |
| σι, καὶ ἵνα ὁ ἀγωνοθέτης ἐπιμελὲς ποιήσητα̣[ι] | |
| ὅπως ἀνανγελ<ῇ> ὁ στέ{ε}φανος {²⁶στέφανος}²⁶ ὧι τετίμη- | |
| ται Τελε̣υ̣τί̣α̣ς ἐν τοῖς πρώτοις Διονυσίο[ις]· | |
| 20 | δεδόχθαι Ἰασε̣ῦ̣σ̣ι̣ ἐ̣π̣α̣ι̣νέσαι Τελευτίαν |
| Θευδώρου Κῶιον εὐνοία̣ς̣ ἕ̣ν̣ε̣κ̣ε̣ τ̣ῆ̣ς̣ ε̣ἰς τὴν [πό]- | |
| λιν καὶ στεφανῶσαι χρυσέωι στεφάνω̣ι̣ [ἀπὸ] | |
| πλήθους ὅσον πλεῖστον ἔξεστιν ἐκ τῶν ν[ό]- | |
| μων ἀρετῆς ἕνεκεν καὶ εὐνοίας τῆς εἰ[ς] | |
| 25 | τὸ πλῆθος τὸ Ἰασέων· εἶναι δὲ καὶ προεδρίαν ἐ[ν] |
| τοῖς ἀγῶσι πᾶσι· ὑπάρχειν δὲ αὐτὸν καὶ πρόξεν[ον] | |
| τῆς πόλεως, δεδόσθαι δὲ αὐτῶι κα[ὶ] πολιτείαν [με]- | |
| τέχοντι πάντων ὧν καὶ τοῖς ἄλλοις πολίταις μέ- | |
| τεστι· ἐπικληρῶσαι δὲ αὐτὸν κα[ὶ ἐ]πὶ φυλὴν ἐν τ[οῖς] | |
| 30 | ἐννόμοις χρόνοις, τὰ δὲ αὐτὰ ὑπάρχειν καὶ τοῖς ἐκ̣[γό]- |
| νοις αὐτοῦ· τὸν δὲ ἀγωνοθέτ̣ην ἐπιμελὲς πο[ιή]- | |
| σασθαι ὅπως ἀνανγελῇ ὁ στέφανος ὧι τετίμη[ται] | |
| Τ̣ελευτίας, τῆς ἀνανγελίας γινομένης ἐν | |
| τοῖς πρώτοις Διονυσίοις μετὰ τὴν πομπήν· ἵνα [δὲ] | |
| 35 | καὶ Κῶιοι εἰδήσωσι τὴν Τελευτία καλοκἀγαθίαν [καὶ] |
| τὴν Ἰασέων εὐχαριστίαν, ἑλέσθαι πρεσβευτ[ήν], | |
| τὸν δὲ αἱρεθέντα ἀφικόμενον πρὸς Κώιους πε[ρὶ] | |
| τῆς Τελευτία καλοκἀγαθίας καὶ τῆς πρὸς τὸν [δῆ]- | |
| μον ἐμφανίσα[ι καὶ πα]ρακαλεῖν οἰκήο[υς] | |
| 40 | καὶ φίλους καὶ συμμά[χους ὑπάρχ]οντας τῆς πό[λε]- |
| [ως] φι̣λ̣ο̣φ̣ρ̣ό̣ν̣ω̣ς ἀ̣π̣[οδέξασθαι τὰ] ἐψηφισμέν[α — —] | |
| [— — — — — — — — — — — — — — — — — — — — —] |