Honorific decree of Iasos for Teleutias of Kos. Stele of white marble, in three joining fragments; recut at the top, bottom, and right.
[ ]
Kos Isl. — Kos — ca. 150-100 BC — BCH 11 (1887) 76, 6 (ab) — IK Iasos I 51 (a-c) — M. Segre, Iscr. di Cos (1993) ED 133 (a-c)
See also:
vacat | |
ἔδοξε τῇ βουλῇ καὶ τῶι δήμωι, πρυτάνεων | |
γνώμηι· περὶ ὧν ἐπῆλθον προστάται καὶ στρα- | |
τηγοί· ἐπειδὴ Τελευτίας Θευδώρου Κῶιος | |
ἀνὴρ καλὸς καὶ ἀγαθός ἐστιν εἰς τὴν πόλιν | |
5 | καὶ ἰδίαι τε τοῖς ἐντυνχάνουσι τῶν πολιτ<ῶ>ν |
εὐχρηστῶν διατελεῖ καὶ κατὰ κοινὸν παντὶ | |
τῶι δήμωι εὔνους ὑπάρχει, ἀεί τι καὶ λέγων | |
καὶ πράσσων ὑπὲρ τοῦ πλήθους, ἵνα ἐπαινεθῇ | |
τε ὑπὸ τῆς βουλῆς καὶ τοῦ δήμου καὶ στεφανω̣- | |
10 | θῇ χρυσῶι στεφάνωι ἀπὸ πλήθους ὅσου |
πλίστου ἔξεστι ἐκ τῶν νόμων, γένηται δὲ | |
καὶ πρόξενος τῆς πό<λ>εως, δοθῆι δὲ αὐτῶι κα[ὶ] | |
πολιτεία 〚ν〛 μετέχοντι πάντων ὧν καὶ τοῖς ἄλ- | |
λοις πολίταις μέτεστιν, τὰ δὲ αὐτὰ ὑπάρχῃ τίμ[ι]- | |
15 | α καὶ τοῖς ἐκγόνοις αὐτοῦ, ὑπάρχῃ δὲ αὐτῷ καὶ |
προεδρία ἐν τοῖς ἀγῶσι πᾶσι οἷς ἡ πόλις τίθ[η]- | |
σι, καὶ ἵνα ὁ ἀγωνοθέτης ἐπιμελὲς ποιήσητα̣[ι] | |
ὅπως ἀνανγελ<⁶¹ῇ ὁ στέ>⁶¹φανος, ὧι τετίμη- | |
ται Τελευτίας, ἐν τοῖς πρώτοις Διονυσίο[ις], | |
20 | δεδόχθαι Ἰασεῦσι· ἐπαινέσαι Τελευτίαν |
Θευδώρου Κῶιον εὐνοίας ἕνεκε τῆς εἰς τὴν [πό]- | |
λιν καὶ στεφανῶσαι χρυσέωι στεφάνωι̣ [ἀπὸ] | |
πλήθους ὅσου πλείστου ἔξεστιν ἐκ τῶν ν[ό]- | |
μων ἀρετῆς ἕνεκεν καὶ εὐνοίας τῆς ε%⁸¹ἰ[ς] | |
25 | τὸ πλῆθος τὸ Ἰασέων, εἶναι δὲ καὶ προεδρίαν ἐ[ν] |
τοῖς ἀγῶσι πᾶσι, ὑπάρχειν δὲ αὐτὸν καὶ πρόξεν[ον] | |
τῆς πόλεως, δεδόσθαι δὲ αὐτῶι καὶ πολιτείαν μ[ε]- | |
τέχοντι πάντων ὧν καὶ τοῖς ἄλλοις πολίταις μέ- | |
τεστι, ἐπικληρῶσαι δὲ αὐτὸν καὶ ἐπὶ φυλὴν ἐν τ[οῖς] | |
30 | ἐννόμοις χρόνοις, τὰ δὲ αὐτὰ ὑπάρχειν καὶ τοῖς ἐκ̣[γό]- |
νοις αὐτοῦ, τὸν δὲ ἀγωνοθέτην ἐπιμελὲς πο[ιή]- | |
σασθαι ὅπως ἀνανγελῇ ὁ στέφανος, ὧι τετίμη[ται] | |
Τελευτίας, τῆς ἀνανγελίας γινομένης ἐν | |
τοῖ<ς> πρῶτοις Διονυσίοις μετὰ τὴν πομπήν· ἵνα [δὲ] | |
35 | καὶ Κῶιοι εἰδήσωσι τὴν Τελευτία καλοκἀγαθίαν [καὶ] |
τὴν Ἰασέων εὐχαριστίαν, ἑλέσθαι πρεσβευτ[ήν], | |
τὸν δὲ αἱρεθέντα ἀφικόμενον πρὸς Κώιους πε[ρί τε] | |
τῆς Τελευτία καλοκἀγαθίας καὶ τῆς πρὸς τὸ%⁸⁰ν [δῆ]- | |
μον εὐνοίας ἐνφανίσα[ι καὶ πα]ρακαλεῖν οἰκήου̣[ς] | |
40 | καὶ φίλους καὶ συμμά[χους ὑπάρχ]οντας τῆς πό[λ]- |
[εω]ς̣ φ̣ι̣λ̣ο̣φ̣ρό̣νω̣ς ἀ̣π[οδέξασθαι τὰ] ἐψηφισμέν[α — —] | |
[— — — — — — — — — — — — — — — — — — — — —] |